Ancient Greek · ~3 min
Scholion 20
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 20
Not analysed yet
Ἅγιος, ἀληθινὸς ὁ μὴ μετουσίᾳ, ἀλλ' οὐσίᾳ ὢν τοιοῦτος, αὐτός ἐστιν ὁ θεὸς λόγος, ἔχων τὴν κλεῖδα τοῦ Δαυΐδ· ὁπηνίκα σὰρξ γὰρ γέγονεν ὁ λόγος, ἐν ταύτῃ τῇ κλειδὶ ἀνοίγει τὰς γραφὰς πρὸ τῆς ἐπιδημίας οὔσας κεκλεισμένας, ἃς κλεῖσαι οὐδεὶς δύναται, φάσκων αὐτὰς μὴ πεπληρῶσθαι. οὗτος ἤνοιξεν αὐτὰς τοῖς ἀμφὶ Κλεόπαν συμβαδίζων ἐν τῇ ὁδῷ. ὡς δὴ ταύτας ἠνέῳξεν, πληρώσας αὐτὰς δι' ἐκβάσεως, ἔκλεισεν τὴν τοῦ νόμου σκιάν, ἔξω τῆς Ἱερουσαλὴμ ποιήσας τοὺς Ἰουδαίους. διὸ οὐδεὶς ἀνοίξει τὰ κατὰ τὸ γράμμα τοῦ νόμου, οὐκέτι ἐφεξῆς τὰ λοιπὰ φυλαχθῆναι χώραν ἔχοντα. ἀνοίγει μὲν τὰ δυνατὰ ἀνθρώποις νοῆσαι, κλείει δὲ ὅσα μὴ δύναται ἐν τῇ παρούσῃ γνῶναι.