Ancient Greek · ~6 min
Scholion 29
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 29
Not analysed yet
Εἴρηταί που· κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου· πλήρεις τούτων τῶν θυμιαμάτων φιάλαι τυγχάνουσι τὰ ἡγεμονικὰ τῶν γνησίως εὐχομένων Χριστῷ. ἐρεῖς δὲ καὶ τὰς κιθάρας τὴν ἡρμοσμένην εὐμούσως καὶ εὐμελῶς δύναμιν αὐτῶν, καθ' ἣν νοοῦσι καὶ ἀγαπῶσιν Χριστόν. τί δὲ μετὰ τὸ ᾄδειν τὴν καινὴν ᾠδὴν λέγουσιν ἢ τό· ἄξιος εἶ, ὦ δέσποτα σωτήρ, λαβεῖν τὸ βιβλίον καὶ τὰ ἑξῆς; προφανῶς δὲ περὶ τοῦ σταυρωθέντος ἐστὶ ταῦτα ἀχθέντος ὡς πρόβατον ἐπὶ σφαγήν. ἐκ τῆς οὕτω γενομένης σφαγῆς τὸ ῥεῦσαν αἷμα τίμιον δέδοται ὑπὲρ τῶν σεσωσμένων. καὶ ἐπειδὴ μὴ ὑπὲρ μέρους ἢ ἑνὸς ἔθνους τῶν ἀνθρώπων ἐσταυρώθη, ἠγόρασεν τῷ αἵματι αὑτοῦ ἀπὸ πάσης φυλῆς Ἰσραὴλ καὶ διαλέκτου πάσης τῶν ἀνθρώπων, ἔτι μὴν καὶ λαοῦ καὶ ἔθνους. καὶ λαοῦ καὶ ἔθνους ἐστὶ διαφορὰν λαβεῖν τὸν φάσκοντα. οἱ ἐκ τῶν καθαρίων καὶ σοφῶν ἀνθρώπων ληφθέντες ἀπὸ λαοῦ, οἱ δὲ ἀπὸ τῶν χυδαιοτέρων καὶ πολλῶν ἀπὸ ἔθνους ἠγοράσθησαν. πιστοῦται ἡ προτέρα ὑπόθεσις τὸν ἀριθμὸν τῶν εἴκοσι τεσσάρων πρεσβυτέρων ἐκ τῆς προκειμένης λέξεως· αὐτοὶ γὰρ ὡμολόγησαν, ὡς ἀπὸ τῶν ἀνθρώπων ἠγοράσθησαν καὶ ἐξελέγησαν. ἡμεῖς οὖν οἱ ἀναγινώσκοντες ταῦτα καὶ μαθόντες ὅτι τὰ θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων καὶ πνευματικαὶ θυσίαι, καὶ [ὅτι] εὐπρόσδεκτοι θεῷ αἱ ἀγαθαὶ πράξεις, ὁρῶμεν, ὅτι ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματι κυρίου καὶ θυσία καθαρά· μέγα γὰρ αὐτοῦ τὸ ὄνομά ἐστιν ἐν τοῖς ἔθνεσι, διὰ τὴν τοῦ Χριστοῦ διδασκαλίαν, ὥς φησιν ὁ προφήτης.