Ancient Greek · ~3 min
Scholion 28
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 28
Not analysed yet
Μετὰ τὸ ἐγνωκέναι μέ φησιν, ὅτι ἡ ῥίζα Δαυΐδ, ὁ νικήσας λέων ἐκ τῆς φυλῆς Ἰούδα, εἴληφεν τὸ βιβλίον ἐπὶ τὸ λῦσαι τὰς σφραγῖδας αὐτοῦ, εἶδον ἐν μέσῳ τοῦ οὐρανοῦ καὶ τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ἐσφαγμένον. μετὰ τὴν ἀνάστασιν καὶ ἀνάληψιν ὀφθὲν τὸ ἀρνίον οὐκέτι ἐσφαγμένον ὤφθη καὶ ἐπιεστός, τουτέστιν οὐκέτι ἀλλοιούμενον. εἰ οὖν κατὰ καινὴν στάσιν ἔχει λοιπὸν ἑπτὰ κέρατα, ἁγίαν βασιλείαν καὶ εὐλογημένην ἔχει· ταύτης γὰρ σύμβολον τὰ πνεύματα. πρὸς τοῖς ἑπτὰ κέρασι καὶ ὀφθαλμοὺς ἑπτὰ ἔχει, οὐκ ἄλλους ὄντας τῶν ἑπτὰ τοῦ θεοῦ πνευμάτων, ἃ πορεύεται ἀπὸ τῆς γῆς ἐπισκοποῦντα τὰ πρὸς ἀνθρώπων πραττόμενα. συνᾴδει τούτοις τό· ἑπτὰ ὀφθαλμοὶ κυρίου εἰσὶν ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.