Ancient Greek · ~2 min
Scholion 3
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 3
Not analysed yet
Καθόλου ἡ θεία γραφὴ ἐπὶ θείοις καὶ μεγάλοις, ἀλλ' οὐκ ἐπὶ μικροῖς καὶ ἀνθρωπίνοις μακαρίζει· διὸ καὶ ἐνταῦθα μακαριζομένων τῶν ἀναγινωσκόντων καὶ ἀκουόντων οὐχ ὡς ἔτυχεν τῶν προκειμένων ἀκουστέον· τὸ γὰρ συνετῶς ἀναγινώσκειν καὶ μὴ προχείρως ἀκούειν ἀλλὰ πιστῶς μακαρίζεται. καὶ ἐκ τῆς προκειμένης λέξεως μανθάνομεν ὡς προφήτης Ἰωάννης πρὸς τῷ εἶναι ἀπόστολος καὶ εὐαγγελιστής· σύζυγος γὰρ ἡ προφητεία προφήτῃ.