Ancient Greek · ~2 min
Scholion 4
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 4
Not analysed yet
Τοὺς τρεῖς χρόνους περιείληφεν ὁ λόγος. τοῦτο ἐπιστάμενος ὁ θεολόγος Ἰωάννης ἐνταῦθά φησιν ὅτι ὁ σωτήρ ἐστιν ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος. Τὸ ὢν ἐπὶ τὸν ἐνεστῶτα ἀναφέρει, τὸ ἦν ἐπὶ τὸν παρεληλυθότα, τὸ ἐρχόμενος ἐπὶ τὸν μέλλοντα. τοιαῦτα περὶ τοῦ λόγου νοήσας Χριστὸν αὐτὸν ἐπιστάμενος ὁ ἀπόστολός φησιν· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας, τὸ χθὲς ἀναφέρων ἐπὶ τὸ παρεληλυθός, τὸ σήμερον ἐπὶ τὸ ἐνεστηκός, τὸ εἰς τοὺς αἰῶνας ἐπὶ τὸ μέλλον.