Ancient Greek · ~6 min
Scholion 31
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 31
Not analysed yet
Σκυθρωπῶν μελλόντων ἐπιφέρεσθαι, ὑπηρετῶν τις ἄγγελος τῇ θεοῦ φωνῇ πρὸς τοὺς ἐγχειρισθέντας τὰ ἐπίπονα τέως μὴ ἐπάγειν αὐτά, ἕως σφραγῖδας ἐπὶ τῶν μετώπων λάβωσιν οἱ θεοῦ δοῦλοι, ἐντέλλεται. τοῦτο αὐτὸ λέξεσιν ἑτέραις ἐν Ἰεζεκιὴλ τῷ προφήτῃ· κόπτετε καὶ μὴ φείδεσθέ τι, ἐφ' οἷς δέ ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε. μήποτε οὖν, ἐπεὶ οἱ καλαζόμενοι διὰ ἰδίας ἁμαρτίας τοῦτο πάσχουσιν, τοῖς δικαίοις χαρακτήρ τις σημαίνων τὴν προσοῦσαν αὐτοῖς δικαιοσύνην τίθεται ἐπὶ τοῦ μετώπου, τουτέστιν ἐπὶ τὴν συναρετήν; παρρησίᾳ αὐτῶν οἱ τοῦ προκειμένου τυχόντες σημείου χάριν ὁμολογοῦντες τῷ δεδωκότι φασίν· ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε, καὶ πάλιν· δέδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξον. ζητητέον εἰ τῶν ἀπὸ τοῦ κατὰ σπέρμα Ἰσραὴλ ἔτι ἐν τῷ τοῦ Ἰωάννου βίῳ περιόντων ἀνδρῶν παρθένων τοσαύτας εἶναι χιλιάδας. ἐπεὶ τοίνυν πολὺ τὸ ἀδύνατον ἡ αἰσθητὴ διήγησις φέρει, ἀληθῆ δὲ εἶναι τὰ ἐν τῇ βίβλῳ ἁγίᾳ, ἴσως ἀνάγκη κατὰ πνευματικὴν ἀκολουθίαν ἐκλαμβάνειν τὰ προκείμενα· ἀκόλουθον γὰρ τὸν ἀληθινὸν Ἰσραήλ, τὸν οὐκ ἔχοντα δόλον, εἰς φυλὰς διαιρεῖσθαι. τοῦτο οὖν τὸ Ἰσραὴλ λέγοντες πλῆθος ἀνδρῶν παρθένων εἶναι οὐκ ἀδύνατόν τί φαμεν· οἱ γὰρ ἐν Χριστῷ προσεληλυθότες πάντες Ἰουδαῖοί τε καὶ Ἕλληνες συμπληροῦσιν τὸ νοητὸν τοῦτο ἔθνος. καὶ ἐπεὶ οἱ οὕτως Ἑβραῖοι πολλὴν ἁρμονίαν καὶ συμφωνίαν ἔχουσιν, στρεφόμενοι περὶ αὑτοὺς ἐν τῷ καταρτίζεσθαι ἑνὶ νοῒ καὶ μιᾷ γνώμῃ, τοσούτῳ ἀριθμῷ καὶ ἴσαις διαιρέσεσιν αὐτοὶ ὑπόκεινται. ἔστιν τοίνυν τετράγωνος ὁ ἀριθμὸς ἰσάκις ἴσος κυλισθεὶς ἀπὸ τοῦ ιβʹ· δωδεκάκις γὰρ ιβʹ ρμδʹ· βεβαίας δὲ στάσεως σύμβολον τὸ τετράγωνον σχῆμα φέρει.