Ancient Greek · ~2 min
Scholion 32
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 32
Not analysed yet
Παρακατιὼν λέγει ταύτας ρμδʹ χιλιάδας παρθένους· καὶ ἐὰν λαμβάνῃς τὰς φυλὰς ταύτας σωματικάς, τὰς λεγομένας ἐν τῷ Ἰσραήλ, ποῦ παρθένους, ποῦ ιβʹ χιλιάδας παρθενίας εὕροις ἂν κατὰ φυλήν; ἀλλ' ἐν τῇ ἐκκλησίᾳ τοῦτο εὑρίσκομεν, παρθενίαν ἐζηλωμένην διδάξαντος αὐτοῦ τοῦ λόγου, οὐ κατ' ἐπιταγὴν οὐδὲ ἵνα βρόχον ἐπιβάλῃ τοῖς ἀκούουσιν, ἀλλ' αὐθαίρετον ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, καθὼς γέγραπται· οὗτοι οὖν εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· ὡς εἴρηται· παρθένοι γάρ εἰσιν καὶ οὐχ εὑρέθη ψεῦδος ἐν τῷ στόματι αὐτῶν.