Ancient Greek · ~2 min
Scholion 33
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 33
Not analysed yet
Αὗται αἱ λευκαὶ στολαὶ δύνανται δηλοῦν τὰς ἀχράντους προθέσεις καὶ πράξεις αὐτῶν. πρὸς ταῖς λευκαῖς στολαῖς, αἷς εἰσιν περιβεβλημένοι, φοίνικας ἐν ταῖς χερσὶν κατέχουσιν, σύμβολον τῆς νίκης, ἧς νενικήκασιν τὸν κόσμον. οὗτοί εἰσιν οἱ ἀπὸ τῆς μεγάλης θλίψεως ἐρχόμενοι, διὰ μαρτυρίου καὶ ὁμολογίας— δῆλον ὅτι καὶ διὰ τῶν ἄλλων περιστάσεων τῶν διὰ Χριστόν, ἃς ἐπάγουσιν τοῖς Ἰησοῦ μαθηταῖς οἱ πονηροὶ ἄνθρωποί τε καὶ δαίμονες—λευκάναντες καὶ πλύναντες, ἃς περίκεινται στολὰς τῷ αἵματι τοῦ ὑπὲρ αὐτῶν σφαγέντος ἀρνίου. ὅπως δὲ οἱ ἄνθρωποι νοήσωμεν τὸ ἀδιάστατον τῆς θεραπείας αὐτῶν, ὠνομάσθη ὁ παρ' ἡμῖν χρόνος τεμνόμενος εἰς ἡμέραν καὶ νύκτα.