Ancient Greek · ~2 min
Scholion 35
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 35
Not analysed yet
Κρίνας ὁ θεὸς πληγαῖς ὑποβάλλειν τοὺς ἁμαρτωλοὺς ἀπειράτους τῶν πληγῶν τούτων ἐνίους ἀνθρώπους εἴασεν, καὶ τοὺς ἔτι ἐμμένοντας, οἷς εἰργάζοντο, καὶ ὅσοι ἄγευστοι δι' ἐτῶν πληγῶν ἀπελείφθησαν, ἵνα ἔχωσι μετανοίας τόπον, ὥστε μὴ προσκυνεῖν ἔτι τὰ δαιμόνια—τὰ χρύσεα καὶ τὰ ἐξ ἑτέρας ὕλης κατεσκευασμένα ἀγάλματα δηλοῦντα, ὡς προσκυνοῦσί τινες τὰ δαιμόνια. τὰ χρυσᾶ καὶ τὰ ἀργύρεα, χάλκεά τε καὶ ξύλινα, ἵνα δαιμόνια νοῆτε τὰ ἐφεδρεύοντα πνεύματα τοῖς ἀψύχοις μορφώμασι, χρύσεά τε καὶ τὰ λοιπὰ μὴ αἰσθανόμενα δι' ὄψεως καὶ ἀκοῆς μηδὲ βαδίζοντα τὰ αἰσθητὰ ἀγάλματα· στόμα γὰρ ἔχουσιν καὶ οὐ λαλήλουσι καὶ τὰ ἑξῆς, ὡς γέγραπται ἐν τοῖς ψαλμοῖς.