Ancient Greek · ~5 min
Scholion 36
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 36
Not analysed yet
Ὅτι οἱ μεγάλοι λόγοι σαφηνιζόμενοι βρονταί εἰσι τοῖς δικαίοις, καὶ ὁ προφήτης τάχα μὲν δηλοῖ φάσκων· φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. ζητήσῃς γὰρ ἐκεῖ τροχὸν καὶ κύκλον, καὶ τὸν τροχὸν ἰδὼν ὄψει ἐκεῖ βροντήν. ἐξετάζων δὲ καὶ τὰ περὶ τοὺς υἱοὺς τῆς βροντῆς, Ἰάκωβον καὶ Ἰωάννην, οὓς ἐκάλεσεν ὁ Ἰησοῦς Βοανεργές, ὅ ἐστιν υἱοὶ βροντῆς, εὑρήσεις αὐτοὺς εἰκότως υἱοὺς βροντῆς κεκλημένους διὰ τὴν μεγαλοφωνίαν τῶν νοημάτων καὶ δογμάτων αὐτῶν. ἤκουσα γάρ, φησί, βροντῶν ἑπτὰ καὶ ὅσα ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ ἔμελλον γράφειν, καὶ ἐλέχθη μοι· μὴ γράψῃς, ὅσα ἐλάλησαν αἱ ἑπτὰ βρονταί. ἄρα νοεῖς ἐπὶ τούτων, ὅτι αἱ τοιαῦται βρονταὶ ἐλάλησαν λόγους δυναμένους γράφεσθαι καὶ μὴ γράφεσθαι, καὶ ὅτι ἤκουσεν ἐνάρθρου φωνῆς διὰ τῆς τοιαύτης φωνῆς ὁ ἱερὸς Ἰωάννης. ἀλλὰ αἱ ἑπτὰ βρονταὶ αἱ λελαληκυῖαι τῷ Ἰωάννῃ, ἐὰν προσσχῇς τῇ γραφῇ, εὑρήσεις τίνες εἰσίν. μία βροντὴ σοφία· ἄλλη βροντὴ σύνεσις. τρίτη βροντὴ βουλή· τετάρτη βροντὴ ἰσχύς· γνῶσις πέμπτη βροντή, εὐσέβεια ἕκτη, ἑβδόμη βροντὴ φόβος. ἐὰν ταῦτα λαλουσῶν ἀκούσω τῶν βροντῶν, δύναμαι γράφειν, οὐδὲ γὰρ αὐτὸν τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία ἀπὸ φωνῆς τῶν ἁγίων βροντῶν τῶν λαλουσῶν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.