Ancient Greek · ~4 min
Scholion 37
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 37
Not analysed yet
Καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κατὰ τὸν τῆς συντελείας καιρὸν φανερωθέντων πάντων τῷ βήματι τοῦ Χριστοῦ ἐπὶ τὸ λαβεῖν ἕκαστον ἐπαξίως τῶν βεβιωμένων. ἡ ὀργὴ τοῦ θεοῦ συνίσταται, ἣν ἕκαστος ἐθησαύρισεν ἑαυτῷ ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ, ἐν ᾧ καιρῷ καὶ ὁ τῶν προφητῶν καὶ ἁγίων καὶ φοβουμένων τὸ ὄνομα τοῦ θεοῦ μισθὸς ἀποδοθήσεται. τῶν οὖν μισθὸν ληψομένων τρία τάγματα δηλοῦται προφητῶν καὶ ἁγίων καὶ ἑτέρων φοβουμένων τὸ ὄνομα τοῦ θεοῦ. καὶ ὅρα, οἱ εἰσαγόμενοι εἰς εὐλάβειαν σημαίνονται τῷ φοβεῖσθαι τὸ ὄνομα τοῦ θεοῦ, οἱ δὲ αὐτὸν καὶ μὴ τὸ ὄνομα αὐτοῦ ἔτι φοβούμενοι τῇ τῶν ἁγίων προσηγορίᾳ· φοβήθητε γὰρ τὸν κύριον οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. ὡς ἐν εἴδει τούτων τῶν ἁγίων εὑρήσεις τοὺς προφήτας· ἐπὶ πλεῖον γὰρ προφήτης τοῦ ἁγίου· ἀνάγκη γὰρ τὸν θεοῦ προφήτην καὶ ἅγιον εἶναι· ἀλλ' οὐκ ἀντιστρέφει· πολλοὶ ἅγιοι ὄντες οὐ προφητεύουσιν.