Ancient Greek
Scholion 30
Origen, Scholia in Apocalypsem (scholia 28-38) 30
Not analysed yet
Ἐκ τῶν γραφῶν ἔστιν εὑρεῖν ὡς <ὥς>περ σῶμα θεοῦ <ἐνερ>γίαι εἰσί τινες, οἷον αἱ ὑπηρετικαὶ χεῖρε<ς>, καὶ ἐποπτικαὶ ὀφθαλμοί, καὶ ἐπὶ τῶν εὐχῶν τεταγμέναι ὦτα, καὶ <ἀ>πελαστικαὶ προνοία<ς> θεοῦ πόδες, τοῖς κατὰ γῆν διαιτωμένοις. ἐπ<ε>ὶ οὖν μέλλει <ἐ>ρεῖν ὀργὴν θεοῦ μεγάλην, οὐ τ<ὸ> συμβεβηκὸς πάθος ὀνομάζεται, θεοῦ ὀργὴ καλούμενον, ἔξω ὑπάρχ<ο>ν αὐτοῦ, πλὴν εἰς χρείαν κατατασσόμενον τοῖς δεομένοις, ᾧ καὶ παραδίδονται, ὡς ἀνάξιο<ι> θεοῦ, ἵνα ποθής<ω>σι τὸν θεὸν οὗ καταπεφρονήκασιν ὅτε ὑπὸ τὴν τοῦ χείρονος ἐξουσίαν γίνονται. καί ἐστιν ὀργὴ θεοῦ ὁ διάβολος. καὶ γὰρ ἐν <τ>ῇ δευτέρᾳ τῶν Βασιλειῶν εἴρηται Καὶ προσέθετο ὀργὴν Κυρίου ἐκκαῆναι ἐπὶ Ἰσραὴλ καὶ ἐπέ<σει>σε τὸν Δαυῒδ λέγων· Βάδιζε καὶ ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν. καί ἐστιν ἡ ὀργὴ τοῦ θεοῦ ἡ ἐπισείσασα τὸν Δαυῒδ οὐχὶ λέγουσα ἀλλὰ λέγων· παρὰ αὐτὸν ἄρα τὸν θεόν, τὸν λεγόμενον εἰρηκέναι πολλά τινα πρὸς τοὺς ἁγίους, ἑτέρα τίς ἐστιν ἡ ὀργὴ αὐτοῦ ἡ <ταῦ>τα λέγουσα καὶ κελεύουσα ἁμαρτάνειν ἁμαρτίαν ἐφ' ᾗ κόλασις ἀπὸ θεοῦ ἀκολουθεῖ τῷ π<ε>ισθέντι τῇ τοιάδε εἰρηκυ<ί>ᾳ ὀργῇ— καὶ πῶς ἡ κολάζουσα ἐπὶ τοῖς ἁμαρτήμασι καὶ δικαίως κολάζουσα ἀνασείει ἐπὶ ἁμαρτίαν, ἵνα πείσασα ἐπὶ τὸ ἁμαρτάνειν κολάσῃ δικαίως; ἀδίκως γὰρ κολάσει ἡ αἰτία τῆς ἁμαρτίας τὸν ἡμαρτηκότα. ἀλλά, καθὼς εἴρηται, ὀργὴν θεοῦ <οἶμαι> εἶναι τὸν διάβολον τ<ῷ> ἀναπείθ<ει>ν ἁμαρτάνειν, βουλόμενον ὑποχείριον λαβεῖν τὸν ἡμαρτ<η>κότα ἐκ τοῦ ἁμαρτάνειν. καὶ γὰρ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων τὴν αὐτὴν αἰτίαν τοῦ Δαυῒδ ἱστορῶν οὕτω φησίν Καὶ ἔστη ὁ διάβολος ἐν τῷ Ἰσραὴλ καὶ ἐπέσεισε τὸν Δαυῒδ τοῦ ἀριθμῆσαι τὸν Ἰσραήλ· τῇ γὰρ ἐπέσεισε προσηγορίᾳ ἐχρήσατο καὶ <τ>ῇ δευτέρᾳ τῶν Βασιλειῶν καὶ <τ>ῇ πρώτῃ τῶν Παραλειπομένων, τῇ μὲν ἐπὶ τῆς ὀργῆς τοῦ κυρίου τῇ δὲ ἐπὶ τοῦ διαβόλου. εἰ δὲ τὸ ἐπέσεισεν αἴτιον τοῦ ἁμαρτάνειν ἐστίν, αἴτιον δὲ τοῦ ἁμαρτάνειν ὁ διάβολός ἐστιν, διάβολος δι' ἀμφοτέρων τῶν προσηγοριῶν <ὠ>νομάσθη, διά <τ>ε τῆς κα<θη>μαξευμένης καὶ τῆς τοὺς πολλοὺς λανθανούσης, τῆς αὐτὸν ὀνομαζούσης ὀργὴν Κυρίου, κατὰ τὴν μεγάλην ᾨδὴν καὶ ἀλλαχοῦ λέγουσαν Ἀπέστειλας τὴν ὀργήν σου <καὶ> κατέφαγεν αὐτο<ὺς> ὡς καλάμην καὶ τὰ ἑξῆς· πᾶν γὰρ τὸ ἀποστελλόμενον ὑπό τινος, τοῦτο ἕτερόν ἐστιν τοῦ ἐξαποστέλλοντος. τίς οὖν ἂν εἴη ἡ ὀργὴ ἡ ἀποστελλομένη ἐπὶ τοὺς Αἰγυπτίους ἤ, ὡς ἐδιδάξαμεν ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων, ὁ διάβολος; εἰ τοίνυν παραδίδ<ο>σθαι τῇ ὀργῇ τοῦ θεοῦ λέγονται οἱ ἁμαρτωλοί, νοητέον αὐτοὺς παραδίδ<ο>σθαι τῷ διαβόλῳ, ὡς ὁ Παῦλος τὸν Κορίνθιον καὶ οὓς παρέδωκε τῷ Σατανᾷ ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν.