Ancient Greek
Scholion 30b
Origen, Scholia in Apocalypsem (scholia 28-38) 30b
Not analysed yet
Ἔχομεν καὶ ἀγγέλους ἐφορῶντας καὶ βοηθοῦντας ἡμῖν εὖ πράττουσι, καὶ κρίσις γίνεται καθολικὴ πρὸς τούτους πάντας, ὡς φησίν· ἀνάσταθι γάρ φησι, κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνήν σου· ἀκούσατε, βουνοί, τὴν κρίσιν τοῦ Κυρίου. καὶ δοκεῖ ἐν τούτοις προστάς<ς>εσθαι ὁ λόγος τοῦ θεοῦ κρίνεσθαι μετὰ τῶν ἐγκεχειρισμένων τὰ ἀνθρώπ<ι>να δυνάμεων, ἵνα δύν<η>ταί τις παραστῆσαι <εἰ>, διὰ τήν τινος ἀμέλειαν καὶ παράλειψιν τῶν ἐπιβαλλόντων αὐτῷ ὑπὲρ ἀνθρώπων, ἐν ἁμαρτήματι ἢ αἰτίᾳ γέγονεν. νοής<ο>μεν δὲ τοῦτο χρησάμενοι παραδείγματι, φέρε εἰπεῖν, κρίσει λαοῦ μετὰ τῶν ἐπισκόπων καὶ κρίσει υἱῶν μετὰ τοῦ πατρὸς καὶ κρίσει μανθανόντων μετὰ τοῦ διδασκάλου, ὅτε ποτὲ μὲν ὁ λαὸς τὴν αἰτίαν τῶν ἁμαρτημάτων αὐτοῦ δείξει παρὰ τῶν ἐπισκόπων γεγονέναι, ποτὲ δὲ ὁ ἐπίσκοπος, παραστής<ας> πάντα τὰ παρ' ἑαυτοῦ πεποιηκέναι <μηδὲ> ἐλλελοιπέναι τι τῶν ἐπιβαλλόντων σπουδαίῳ ἄρχοντι, τῶν ἐγκλημάτων ἔνοχον ἀποδείξει τὸν λαόν. τὸ δὲ ὅμοιον νόει καὶ περὶ υἱῶν τὴν παρὰ τοῖς πατράσιν ἀνατροφὴν αἰτι<ω>μένων, καὶ περὶ αὑτῶν μὲν ἀπολογουμένων ἀποδεικνυόντων δὲ τοὺς πατέρας αἰτίους γεγονέναι τοιούτων πταισμάτων· ὁμοίως δὲ τοὐναντίον τῶν πατέρων ἀπολογουμένων ὡς μηδὲν παραλιπόντων εἰς τὴν κατὰ τὸν θεοῦ λόγον ἀνατροφὴν πρὸς τοὺς υἱούς, τῶν δὲ υἱῶν ἐλεγχομένων <ὡς> παρὰ τὴν ἰδίαν ῥᾳθυμίαν ἐν ἁμαρτήμασι γενομένων. οὐ μακρὰν δὲ τούτων ἐστὶν νοῆσαι καὶ περὶ μαθητῶν καὶ διδασκάλων.