Ancient Greek
Scholion 32
Origen, Scholia in Apocalypsem (scholia 28-38) 32
Not analysed yet
Παρακατιὼν λέγει ταύτας ρμδʹ χιλιάδας παρθένους· καὶ ἐὰν λαμβάνῃς φυλὰς ταύτας τὰς σωματικὰς τὰς λεγομένας ἐν τῷ Ἰσραήλ, ποῦ παρθένο<υ>ς, ποῦ ιβʹ χιλιάδας παρθενίας, εὕροις ἂν κατὰ φυλήν; ἀλλ' ἐν τῇ ἐκκλησίᾳ τοῦτο εὑρίσκομεν, παρθενίαν ἐζηλ<ω>μένην διδάσκοντος αὐτὴν τοῦ Λόγου, οὐ κατ' ἐπ<ι>ταγὴν οὐδὲ ἵνα βρόχον ἐπιβάλῃ τοῖς ἀκούουσιν, ἀλλ' αὐθ<αί>ρετον ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, καθὼς γέγραπται. οὗτοι οὖν εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, ὡς εἴρηται, παρθένοι γάρ εἰσιν· καὶ οὐχ εὑρέθη ψεῦδος ἐν τῷ στόματι αὐτῶν.