Ancient Greek
Scholion 31b
Origen, Scholia in Apocalypsem (scholia 28-38) 31b
Not analysed yet
Ζητητέον εἰ <δυνα>τὸν ἀπὸ τοῦ κατὰ ς<ά>ρ<κ>α Ἰσραήλ, ἔτι ἐν <τού>τῳ Ἰωάννου τῷ βίῳ περιόντ<ο>ς, ἀνδρῶν παρθένων τοσαύτας εἶναι χιλιάδας. ἐπεὶ τοίνυν πολὺ τὸ ἀδύνατον ἡ αἰσθητὴ διήγησις φέρει, ἀληθῆ δὲ <δεῖ> εἶναι τὰ ἐν τῇ βίβλῳ ἁγίᾳ οὔς<ῃ>, ἀνάγκη κατὰ πνευματικὴν ἀκολουθίαν ἐκλαμβάνειν τὰ προκείμενα. ἀκόλουθον γὰρ τὸν ἀληθινὸν Ἰσραήλ, τὸν οὐκ ἔχοντα δόλον, εἰς φυλὰς διαιρεῖσθαι· τούτο<υ> οὖν τοῦ Ἰσραὴλ <ἐὰν τοσοῦτο> λέγωμεν πλῆθος ἀνδρῶν παρθένων εἶναι, οὐκ ἀδύνατόν τί φαμεν, οἱ γὰρ Χριστῷ προσεληλυθ<ό>τες πάντες Ἰουδαῖοί τε καὶ Ἕλληνες συμπληροῦσι τὸ νοητὸν τοῦτο ἔθνος. καὶ ἐπεὶ οἱ οὕτως Ἑβραῖοι πολλὴ<ν> ἁρμονίαν καὶ συμφωνίαν ἔχουσιν, στρεφόμενοι περὶ αὑτοὺς ἐν τῷ καταρτίζεσθαι ἑνὶ νοῒ καὶ μιᾷ γνώμῃ, τοσούτῳ ἀριθμῷ καὶ ἴσαι διαιρέσε<ι>ς αὐτοῦ ὑπόκει<ν>ται. ἐστὶν τοίνυν τετράγ<ω>νος ὁ ἀριθμὸς ἰσάκις ἰσοσκ<ε>λισθ<εὶ>ς ἀπὸ τοῦ ιβʹ. δωδεκάκις γὰρ ιβʹ ρμδʹ. βεβαίας δὲ στάσεως σύμβολον τὸ τετράγ<ω>νον σχῆμα φέρει.