Ancient Greek
Scholion 35
Origen, Scholia in Apocalypsem (scholia 28-38) 35
Not analysed yet
Κρίνας ὁ θεὸ<ς> πληγαῖς ὑποβάλλειν τοὺς ἁμαρτωλούς, ἀπειράτους τῶν πληγῶν τούτων ἐνίους ἀνθρώπους <ε>ἴασεν, καὶ τοὺς ἔτι ἐμμένοντας οἷς εἰργάζοντο καὶ ὅσο<ι> ἄγευστοι δὶ<ς> τῶν πληγῶν ἀπελείφθησαν, ἵνα ἔχωσι μετανοίας τόπον, ὥστε μὴ προσκυνεῖν ἔτι τὰ δαιμόνια τὰ χρύς<ε>α καὶ τὰ ἐξ ἑτέρας ὕλης κατεσκευασμένα ἀγάλματα. δηλοῦτα<ι> ὡς προσκυνοῦσί τινες τὰ δαιμόνια τὰ χρύσεα καὶ τὰ ἀργύρεα, χάλκ<ε>ά τε καὶ ξύλινα· ἵνα δαιμόνια νοῆτ<αι> τὰ ἐφεδρεύοντα πνεύματα τοῖς ἀψύχοις μορφώμασι. χρύς<ε>ά τε καὶ τὰ λοιπά, μὴ αἰσθανόμενα δι' ὄψεως καὶ ἀκοῆς μηδὲ βαδίζοντα, τὰ αἰσθητὰ ἀγάλματα. Στόμα γὰρ ἔχουσιν καὶ οὐ λαλήσουσι καὶ τὰ ἑξῆς, ὡς γέγραπται ἐν τοῖς ψαλμοῖς.