Ancient Greek
Scholion 36
Origen, Scholia in Apocalypsem (scholia 28-38) 36
Not analysed yet
Ὅτι οἱ μεγάλοι λόγοι σαφηνιζόμενοι βρονταί εἰσι τοῖς δικαίοις καὶ ὁ προφήτης τάχα μὲν δηλοῖ φάσκων φωνὴ τῆς βροντῆς <ς>ου ἐν τῷ τροχῷ· ζητήσεις γὰρ ἐκεῖ τροχόν, καὶ κυκλο<ύμενον> τὸν τροχὸν ἰδὼν ὄψει ἐκεῖ βροντήν. ἐξετάζων δὲ καὶ τὰ περὶ τοὺς υἱοὺς τῆς βροντῆς Ἰάκωβον καὶ Ἰωάννην, οὓς ἐκάλεσεν ὁ Ἰησοῦς Βοανεργές, ὅ ἐστιν υἱοὶ βροντῆς, εὑρήσεις αὐτοὺς εἰκότως υἱοὺς βροντῆς κεκλημένους διὰ τὴν μεγαλοφωνίαν τῶν νοημάτων καὶ δογμάτων αὐτῶν.