Ancient Greek
Scholion 36b
Origen, Scholia in Apocalypsem (scholia 28-38) 36b
Not analysed yet
Ἤκουσα γὰρ (φησί) βροντῶν ἑπτά, καὶ ὅσα ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ ἔμελλον γράφειν καὶ ἐλέχθη μοι Μὴ γράψῃς ὅσα ἐλάλησαν αἱ ἑπτὰ βρονταί. ἄρα νοεῖς ἐπὶ τούτων ὅτι αἱ τοιαῦται βρονταὶ ἐλάλησαν λόγους δυναμένους γράφεσθαι καὶ μὴ γράφεσθαι· καὶ ὅτι ἤκουσεν ἐνάρθρου φωνῆς διὰ τῆς τοιαύτης φωνῆς ὁ ἱερὸς Ἰωάννης. ἀλλὰ μήποτε αἱ ἑπτὰ βρονταὶ αἱ ἐλαληκυῖαι τῷ Ἰωάννῃ, ἐὰν προ<ς>σχῇς τῇ γραφῇ, εὑρήσεις τίνες εἰσίν· μία βροντὴ σοφία· ἄλλη βροντὴ σύνεσις· τρίτη βροντὴ βουλή· τετάρτη βροντὴ ἰσχύς· γνῶσις πέμπτη βροντή· <εὐσέβεια> ἕκτη· ἑβδόμη βροντὴ φόβος. ἐὰν ταῦτα λαλουσῶν ἀκούσω τῶν βροντῶν, <οὐ> δύναμαι γράφειν, οὐδὲ γὰρ αὐτὸν τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία ἀπὸ φωνῆς τῶν ἁγίων <β>ροντῶν τῶν λαλουσῶν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.