Ancient Greek · ~2 min
1 to 3
Origen, Scholia in Canticum canticorum 1-5-3
Not analysed yet
Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἵ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ· αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. Διδυμεύουσαι δὲ ἄλλως, διὰ τὸ διττὸν τῆς νοήσεως τῆς τερητῆς (6) καὶ πνευματικῆς. Ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραῖα. Ἤγουν ἔστω διάπυρος ἡ τοῦ λόγου παρασκευὴ ὡς κερδῆσαι τὸν ἀκροατὴν δυναμένη, ἢ καὶ τὸ ἔναιμον καὶ ζωτικὸν δηλοῖ τῶν διὰ τοῦ χείλους ἐξιόντων ῥημάτων, οἱωνεὶ βαπτομένων ἐν τῇ ἀληθινῇ πόσει τοῦ αἴματος τοῦ Χριστοῦ. Ὡς λέπυρον τῆς ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεως σου.