Ancient Greek · ~2 min
3 to 4
Origen, Scholia in Canticum canticorum 3-2-4
Not analysed yet
Τᾶς αὕτη ἡ ἀναβαίνουσα ἐκ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμιαμένη; σμύρνα καὶ λίβανος ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; Καλὴ λίαν ἡ ἀναβαίνουσα βίῳ καὶ λόγῳ ψυχὴ, φυγοῦσα τὰ παρὰ τοῖς πολλοῖς ἁμαρτήματα, ἅπερ ἐξ ἐρήμου λέγεται ἀναβαίνειν· τὸ δὲ τὸν δίκαιον εἶναι Χριστοῦ εὐωδίαν ἐν παντὶ τόπῳ τοῖς σωζομένοις, τεθυμιαμένη νοεῖται παραπλησίως στελέχεσι, καπνὸν ἡδὺν ἀναπέμπουσιν, εὐφραίνοντα τὰς τῶν μακαριζόντων ἀναπνοάς.