Ancient Greek · ~5 min
ΚΕΦΑΛΑΙΟΝ Β΄.
Origen, Scholia in Canticum canticorum 4-2
Not analysed yet
Ἔπρεπε τῇ νύμφῃ τοῦ κάλλους ὅλῃ τοῦ νυμφίου γεγενημένῃ, περὶ αὐτῆς μὲν λέγειν οὐδὲν, πρὸς οἷς δὲ ὁ νυμφίος ἔφη περὶ ἑαυτοῦ, μήλῳ παραβάλλειν αὐτόν· τοὺς παῤ αὐτῶν δὲ υἱοὺς, ξύλοις δρυμοῦ· ὑπερβολῇ δὲ τοῦ πόθου, τὸ καὶ σκιᾶς ἐπιθυμεῖν τῆς αὐτοῦ, καὶ παραπέμψαι τῷ βάθει τὴν τούτου ποιότητα· ἔοικε δὲ ταῦτα λέγειν πρὸς τὰς νεάνιδας, ὡς πρὸς τοὺς ἑταίρους ὁ νυμφίος τὰ πρῶτα· υἱοὺς δὲ, ἢ τοὺς ἑταίρους λέγει οὔς παραθέει τοῦ νυμφίου ξύλοις ἀκάρποις παρείκασεν, ἢ τοὺς ἀλλοτρίους αὐτοῦ. Ὑπὸ σκιὰν δὲ αὐτοῦ ἐπεθύμησέ τε καὶ κεκάθικεν· λέγει δὲ καὶ Ἱερεμίας ἐν Θρήνοις· Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν· οὗ εἴπωμεν Ἐν τῇ σκιᾷ αὐτοῦ ζησώμεθα ἐν τοῖς ἔθνεσι· πῶς γὰρ οὐκ ἔμελλε ζωῆς ἡμῖν αἰτἰα ἡ σκιὰ αὐτοῦ γενέσθαι, γενομένοις ἐλευθέροις τῆς τοῦ νόμου σκιᾶς; Σκιὰν γὰρ εἰχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, μηκέτι οὖσιν ὑπὸ νόμον, ἀλλʼ ὑπὸ χάριν, εἰ καὶ νῦν ἐσμεν ὑπὸ σκιὰν πολλῷ διαφέρουσαν· μετὰ τὸν παρόντα γὰρ βίον, οὐκ ἔτι διʼ ἐσόπτρου καὶ αἰνίγμαει, ἀλλὰ πρόσωπον πρός πρόσωπον τὴν ἀλήθειαν θεωρήσωμεν· λέξει δὲ καὶ ἡ νύμφη, Ἔως οὗ διαυγάσῃ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί· ἔστι γὰρ ὁ βίος ἡμῶν ὡς σκιὰ, καὶ ἐν σκιᾷ θανάτου ὁ ἐξ ἐθνῶν ἐκαθέζετο, καὶ οἱ ἀπιστοῦντες ἔτι καθέζονται.