Ancient Greek · ~1 min
5 to 7
Origen, Scholia in Canticum canticorum 5-2-7
Not analysed yet
Εἰσαγάγετέ με εῖς οἶκον τοῦ οἴνου. Ταῦτα πρὸς τοὺς φίλους τοῦ νυμφίου φησὶ τοὺς ἁγίους ἀγγέλους ἢ ἀποστόλους τε καὶ προφήτας· μονονουχὶ λέγουσα, Συγκεράσατέ με τῷ σώματι τοῦ Χριστοῦ. Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.