Ancient Greek · ~2 min
EJUSDEM IN LUCAM., ΚΕΦ. ΙΑ΄.
Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28) 2
Not analysed yet
δτίχ. β΄. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς ἁγισσθήτω τὸ ὅνομά σου· ἐλθέτω ἡ βασιλεία σου. θἶμαι δὲ, ὅτι οὐδεὶς λέγοι τῷ Θεῷ τὸ Πάτερ, μὴ πεπληρωμένος τοῦ τῆς υἱοθεσίας πνεύματος· καὶ Υἱὸς δοξάζων Πατέρα λέγοι ἂν Πάτερ· φυλάξας δὲ τὴν ἐτολὴν, τὴν λέγουσαν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ἐμῶν, προσεύχεσθε ὑπέρ τῶν διωκόντων ὑμιᾶς, ὅπως γένησθε υἱοὶ τοῦ Πατρός ὑμῶν, τοῦ ἐν τοῖοὐρανοῖς. Ἐλθέτω ἡ θασιλεία σου. Ἵνα καταργηθῇ μὲν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις, ἕτι δὲ καὶ πᾶσα βασλεία τοῦ κόσμου, καὶ ἡ βασιλεύουσα ἐν τοῖς θνητοῖς ἡμῶν σώμασιν ἁμαρτία· πάντων δὲ τούτων βαπλεέσῃ ὁ Θεός.