Ancient Greek
EJUSDEM IN LUCAM., ΚΕΦ. Ι·.
Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28) 42
Not analysed yet
Στίχ. μβ΄. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπʼ αὐτῆς. Εἰς μὲν οὖν τὸ, Ἐνός ἐστι χρεία, τὸ Ἀγαπήσεις, χρήσιμον (98), τὸν πλησίον σου ὡς ἑαυτόν· εἰς δὲ τὸ, Ὀλίλων ἐστὶ χρεία, παραθήσεις τό· οὐ κλέῥεις, οὐ ψευδομαρτυρήσεις, καὶ εἴ τι ἄλλο ὁμοίως εἴρηται. Ἐκλάβῃ δὲ Μάρθαν μὲν εἰς τὴν πρᾶξιν, Μαρίαν δὲ εἰς τὴν θεωρίαν. Ἥ τὴν μὲν εἰς τὴν Ἰουδαίαν, τὴν δὲ εἰς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Ἤ Μάρθαν μὲν εἰς τοὺς ἐκ περιτομῆς πιστεύσαντας καὶ φυλάττοντας Ἰουδαῖκῶς τὰ τοῦ νόμου, Μαρίαν δὲ τοὺς τούτων ἀπηλλαγμένους, καὶ μόνοις τοῖς Ἰησοῦ ποσὶ προσκαθεζομένους. Διαφόρως γὰρ ἐπιβάλλλων, εὑρήσεις Μάρθαν μὲν σωματικωτέραν, καὶ περὶ πολλὰ εἰλουμένην, Μαρίαν δὲ τῇ θεωρίᾳ μόνῃ, καὶ τοῖς πνευματικοῖς προσανέχουσαν.