Ancient Greek · ~3 min
EJUSDEM IN LUCAM., ΚEΦ. Κ΄.
Origen, Scholia in Lucam (fragmenta e cod. Venet. 28) 26
Not analysed yet
ττίχ. κς. Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματα ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῆ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν. ψηλότερον δέ· Ὁ ἄνθρωπος, ὡς ἐν τῇ Γενέσει γέγραπται, κατʼ εἰκόνα Θεοῦ γέγονεν. Ὕστερον δὲ διὰ τὴν αὐτοῦ παρακοὴν ἀνέλαβε καὶ εἰκόνα χοῖκήν. Ὧσπερ δὲ τὸ νόμισμα εἰκόνα ἔχει τοῦ βασιλεύοντος τῶν ἐθνῶν, οὕτως ὁ ποιῶν τὰ ἔργα τοῦ Παντοκράτορος τὴν εἰκόνα αὐτοῦ φορεῖ, ἣν παραινεῖ ὁ Σωτὴρ ἀπεδιδόναι καὶ ἀποτίθεσθαι, καὶ φορεῖν τὴν ἐξ ἀρχῆς γενομένην εἰκόνα. Ἀκολούθως τούτοις καὶ ὁ Πσῦλός φησιν· Ὡς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χμῖεοῦ, οὕτω φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Τοῦτο οὗν δηλοἳ τό· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.