Ancient Greek
Paragraph 4
Origen, Selecta in Deuteronomium 4
Not analysed yet
Ἔδωκα τῷ Ῥουβὶμ καὶ τῷ Γάδ. Οἱ ὑποδεέστεροι τάχιον ἐν τῇ ἐπαγγελίᾳ γίνονται· οἱ δὲ ἐπιεικέστεροι βράδιον ἀπολαμβάνουσιν. Οἱ μὲν γὰρ ὑπὸ Μωῦσέως πρῶτοι εἰλήφασι τὴν κληρονομίαν· οἱ δὲ ὑπὸ τοῦ Ἰησοῦ ὕστερον. Ἀλλὰ καὶ περὶ πάντων δικαίων λέγεται, οὐ τῶν τυχόντων· ὡς γὰρ ὁ Ἀπόστολός φησιν· «Οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. »