Ancient Greek
Paragraph 5
Origen, Selecta in Deuteronomium 5
Not analysed yet
Φωνὴν ῥημάτων ἣν ὑμεῖς ἠκούσατε, καὶ τὰ ἑξῆς. Οὐχ ὅτι ὁρατὴ ἡ φωνὴ, οὐδʼ ὅτι φύσει φωνὴν ἔχει ὁ Θεός· τοῦτο γὰρ καὶ συνθέτου φύσεως ἂν εἴη· ἀλλʼ ἐπειδὴ καὶ αἱ σάλπιγγες, καὶ αἱ φωναὶ, ὡς αὐτὸς οἶδεν ὁ Θεὸς, ἐπετελοῦντο ἐκ τῆς τῶν ὁρωμένων συνεχείας δημιουργούμεναι στοιχείων· τοῦ πυρὸς λέγω καὶ τοῦ γνόφου· ὥστε καὶ ἀκούεται φωνὴ, καὶ οὐχ ὁρᾶται· ἀλλʼ οὗν ἐπὶ τῶν τοῦ Θεοῦ θαυμάτων καὶ ἡ φωνὴ ὁρᾶται.