Ancient Greek · ~10 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.772
Not analysed yet
ὀσφύος ἕως κάτω, ἀλλὰ καὶ πάντας τοὺς ὄντας κάτω καὶ τῇ ὕλῃ προσπαθοῦντας. Γένεσις γὰρ καὶ φθορὰ ἐν τῇ ὕλῃ ἐστί. Ἤλεκτρον δέ ἐστι τὸ ἐκ χρυσίου καὶ ἀργυρίου χύμα, ὡς τῶν τιμιωτάτων τούτων τῆς ὕλης συμβόλων ὄντων τῶν τιμίων καὶ ἄνω ταγμάτων τῶν ἁγίων δυνάμεων. ΚΕΦ. Βʹ. Υἱὲ ἀνθρώπου, στῆθι ἐπὶ τοὺς πόδας σου. Ὅσον ἐφ' οἷς μεμνήμεθα συνεχέστατα μὲν καὶ δι' ὅλης τῆς προφητείας τὸ, Υἱὲ ἀνθρώπου, λέγεται πρὸς τὸν Ἰεζεκιὴλ, σπανιώτερα δὲ πρὸς τὸν Δανιὴλ, ὧν ἕκαστος ἐν τῇ αἰχμαλωσίᾳ τύπος ὢν τοῦ πρὸς τοὺς αἰχμαλώτους ἡμᾶς ἐξεληλυθότος Ἰησοῦ τοῦ Σωτῆρος Θεοῦ. Ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσιν. Ὅμοιον τούτῳ τῷ διστακτικῷ ἐστι τὸ ἐν τῷ Ἱερεμίᾳ· Ἴσως ἀκούσονται, καὶ μετανοήσονται. Ἔλεγον δὲ κἀκεῖνα διηγούμενοι, ὅτι ταῦτα ὑπὲρ προτροπῆς λέγονται τῶν ἀκουόντων, ἵνα μὴ δοκῶσι, προκατειλημμένων ὑπὸ τῆς τοῦ Θεοῦ γνώσεως τῶν ὑφ' ἡμῶν χειρόνων ἢ κρειττόνων, μὴ δυνατὸν εἶναι τὸ ἐναντίον τῶν προεγνωσμένων γενέσθαι, ἀκούοντες τῶν λεγομένων. Οὕτω γὰρ ἐπίσης ἐφ' ἡμῖν ἐστι τὸ ἀκούειν, καὶ τὸ μὴ ἀκούειν, ὡσεὶ καὶ μὴ προεγνώκει ὁ Θεὸς οὔτε ἐλάττονος γενομένου ἐφ' ἡμῖν διὰ τὸ προεγνωκέναι αὐτὸν, οὔτε πλείονος, εἰ μὴ προεγνώκει. Τοῦ αὐτοῦ. Ἀσφαλέστερον ἂν λέγοιτο ἀντὶ τοῦ πτοηθῶσι, κοπάσουσι. Τέτακται δὲ τὸ, πτοηθῶσιν ἐνταῦθα ἐπὶ τῶν ἀπὸ λογίων θείων κινουμένων καὶ ὁδευόντων ἐκ τοῦ πτοεῖσθαι ἐν τοῖς εἰρημένοις καὶ ἐπὶ τὸ φοβηθῆναι τὸν Θεόν. Καὶ ἄλλο γε ἡγητέον ἐνταῦθα σημαίνεσθαι ἀπὸ τοῦ πτοηθῶσι παρὰ τὸ ὑπὸ τῶν Ἑλλήνων λεγόμενον ὑπὸ τῆς πτοίας ὁριζομένων αὐτὴν ἀνθρώπου ψυχῆς πάθος. Καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου. Οἱ θεῖοι λόγοι, διὰ τὸ ἐκ μέρους εἶναι καὶ ἐλάχιστοι συγκρίσει τοῦ ὅλου λόγου καὶ τῆς πάσης σοφίας, οὐ βιβλίον, ἀλλά τις κεφαλὶς βιβλίου εἴρηται. Καὶ ἐν Ψαλμοῖς δὲ τό· Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τὸ ὅμοιον δηλοῖ. Οὐκέτι δὲ κεφαλὶς βιβλίου λέγεται τὸ ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τὸν θρόνον, ἀλλὰ βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν. Πλήν· Οὐδεὶς ἠδύνατο, φησὶν ὁ Ἰωάννης, οὔτε ἐν τῷ οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς, ἀνοῖξαι τὸ βιβλίον ἐκεῖνο, οὔτε βλέπειν αὐτὸ, εἰ μὴ μόνον ὁ νικήσας λέων ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ. Καὶ ἄλλην δὲ κεφαλίδα βιβλίου γεγραμμένην εὑρήσεις ἐν τῇ Ἀποκαλύψει τὸν Ἰωάννην κατεσθίοντα· πλεῖον γὰρ κεφαλίδος οὐ χωρεῖ φαγεῖν ἡ ἀνθρώπεια φύσις. Καὶ ἐγέγραπτο ἐν αὐτῇ θρῆνος καὶ μέλος. Μέλος μὲν τοῖς ἁγίοις, θρῆνος δὲ τοῖς οὐκ ἀπεγνωσμένοις τῶν ἡμαρτηκότων· οὐαὶ δὲ τοῖς κολασθησομένοις.