Ancient Greek · ~11 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.773
Not analysed yet
ΚΕΦ. Γʹ. Καὶ ἐψώμισέ με τὴν κεφαλίδα. Ἐντεῦθεν μάλιστα δῆλον, ὅτι πλεῖον τῆς κεφαλίδος οὐ χωρεῖ φαγεῖν ἡ ἀνθρωπίνη φύσις, καὶ ταῦτα ὑπὸ τῆς χειρὸς τοῦ Θεοῦ ψωμιζομένη. Ὁ μέντοιγε ἐσθίων ταύτην τὴν κεφαλίδα, ἀνειλούσης αὐτὴν τῆς ἐκτεταμένης χειρὸς πρὸς τὸν ἐσθίοντα, φάγεται αὐτήν· ἵνα διὰ τῆς ἀνειλήσεως τῆς κεφαλίδος ἑνὸς ἑκάστου τῶν ἐγγεγραμμένων ἐν αὐτῇ ἀντιλάβηται, καὶ, μασσησάμενος τὴν κεφαλίδα καὶ τὴν ἀνείλησιν αὐτῆς πάντα λάβῃ εἰς τὴν νοητὴν αὐτοῦ κοιλίαν τὰ ἐγγεγραμμένα οὐ μόνον ἔμπροσθεν, ἀλλὰ καὶ ὄπισθεν. Νομίζω δὲ διὰ μὲν τῶν ἔμπροσθεν τῆς κεφαλίδος δηλοῦσθαι τὰ προηγούμενα τῶν δογμάτων, καὶ τὰ περὶ τῶν ἁγίων, καὶ τὰ περὶ τῶν ἀπαγγελιῶν, καὶ ἁπαξαπλῶς τὰ περὶ τῶν μακαρίων καὶ τῆς διεξαγωγῆς τοῦ ζῇν αὐτῶν· διὰ δὲ τῶν ὄπισθεν τὰ περὶ τῶν κολαζομένων καὶ τοῦ τρόπου τῆς κολάσεως αὐτῶν καὶ τῶν ἐπακολουθησάντων ἐν τῇ κτίσει τοῖς προηγουμένως γεγενημένοις. Καὶ δηλοῦται τὰ μὲν προηγούμενα καὶ τὰ ἔμπροσθεν διὰ τοῦ μέλους, τὰ δὲ λοιπὰ διὰ τοῦ θρήνου καὶ τοῦ οὐαί. Τοὺς μὲν οὖν ἐν ἁμαρτήμασι γενομένους καὶ πάντη ἀποπεσόντας τῶν τῆς σωτηρίας δογμάτων θρηνεῖσθαι ὑπολαμβάνω· τὸ δὲ μέλος ἀπαγγέλλεσθαι τοῖς μακαρίοις· τὸ δὲ, οὐαὶ, τοῖς τέλεον ἀποπεσοῦσι τοῦ μακαρισμοῦ. Δύναται καὶ οὕτως γεύεσθαι καὶ ὁ ἐν γνώσει τοῦ ζῶντος ἄρτου τοῦ ἐκ τοῦ οὐρανοῦ καταβεβηκότος γεγευμένος, ὁπότε θρηνηθεὶς ἄξιος γενέσθαι τοῦ μακαρισμοῦ. Καὶ ὁ μὲν οὖν Θεοδοτίων ἀκολούθως τοῖς Ἑβδομήκοντα ἐξέδωκεν· ὁ δὲ Σύμμαχος οὐ πάνυ ἀπᾳδόντως, θρήνους καὶ κατάλεγμα, καὶ μέλος πενθικόν· ὁ δὲ Ἀκύλας, γεγραμμένον, φησὶν, ἦν ἐπ' αὐτοῦ κτίσις καὶ ἀντίβλησις· καὶ ἔσται. Καὶ τάχα διὰ τούτου δηλοῦται κατ' αὐτὸν, ὅτι περὶ τῆς κτίσεως καὶ οἱονεὶ μερίδος ἑκάστου ἐγέγραπτο. Δῆλον δὲ, ὅτι τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ ἃ καὶ ἐκβήσεται, σημαίνεται διὰ τοῦ ἔσται. Οὐ πρὸς τὸν λαὸν βαθύχειλον. Εἰ γὰρ μὴ ἦσαν ἐξ ἐπιπολῆς ἔχοντες τοὺς λόγους αὐτῶν, ἀλλ' ἡ καρδία αὐτῶν διὰ τὸ βάθος τῶν νοημάτων στόμα ἦν αὐτῶν, καὶ οὐκ ἂν σὺ εἰσεληλύθεις πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ. Ἀλλ' οὐδὲ βαρύγλωσσοί εἰσι· βάρος γὰρ καὶ κομψόν τι οὐκ ἔχει στίβος ἡ γλῶσσα αὐτῶν, ἤτοι ὁ λόγος· εἰσὶ δὲ κουφόγλωσσοι· ὅθεν ἀναγκαῖόν σε βαδίσαι πρὸς αὐτοὺς ὑποκάτω βαίνοντας τῆς ἕξεώς σου. Ἐν ἐπαίνῳ οὖν εἴρηται ὁ βαθύχειλος καὶ ὁ βαρύγλωσσος. Εἴρηται δὲ ταῦτα. Καὶ ὅρα εἰ περὶ τῶν ἀπὸ τῶν ἐθνῶν, οἳ ἕτεροί εἰσι τοῦ οἴκου Ἰσραὴλ, ταῦτα προφητεύεται, ὧν οὐκ ἂν ἤκουσε διὰ τὸ ἑτερόγλωσσον αὐτῶν ὁ Ἑβραῖος προφήτης. Βαθεῖς δὲ χείλεσιν οἱ αὐτοὶ δύνανται λέγεσθαι διὰ τὸ μὴ ἐξ ἐπιπολῆς τὰ θεῖα καταλαμβάνειν γράμματα, ἀλλὰ πιστεύειν εἰς τὰ βάθη τοῦ νόμου. Καὶ τοῖς ὠσί σου ἄκουε. Ὅτε γὰρ ἅγιος ἐπιβουλεύεται ὑπὸ τῶν ἀντικειμένων ἐνεργειῶν διωκόμενος, χρῄζει τοῦ Κυρίου διακόπτοντος τοὺς διώκοντας ἀπὸ τῶν διωκομένων, καὶ οἱονεὶ ὀπισθοφυλακοῦντος. Τούτου δὲ σύμβολον καὶ τὰ ἐν τῇ Ἐξόδῳ οὕτως ἔχοντα· Ἐξῆρε δὲ ὁ ἄγγελος ὁ προπορευόμενος τῆς παρ-