Ancient Greek · ~11 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.776
Not analysed yet
εμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν, καὶ τὰ ἑξῆς. Καὶ τοῦτο δὲ πρόσχῃς περὶ τοῦ κατόπισθεν ἠκοῦσθαι τὴν φωνὴν, εἰ δύναται ἡ μὲν περὶ τῶν ἤδη παρεληλυθότων γνῶσις δηλοῦσθαι ἐκ τοῦ ἀκούεσθαι φωνὴν κατόπισθεν· εἰ δέ τις χάριτος θείας τύχοι πρὸς τὸ θεωρῆσαι καὶ τὰ περὶ τῶν μελλόντων ἐπιμελῶς, οὗτος ἂν οἱονεὶ ἀκούσῃ φωνῆς ἐκ τῶν ἔμπροσθεν αὐτοῦ· ὅπερ ζητήσεις εἴπου εἴρηται. Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ. Τόπον Θεοῦ νοητέον πάντας τοὺς χωροῦντας δύναμιν Θεοῦ· πλὴν κυρίως τόπος ἂν εἴη ὁ Σωτὴρ καὶ Κύριος, ὥσπερ ἂν καὶ αὐτοῦ τοῦ Σωτῆρος τόπος ὁ Πατήρ. Καὶ τοῦτόν γε τὸν τρόπον νενοήκαμεν καὶ τὸ ἐν τῷ Μιχαίᾳ οὕτως ἔχον· Διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ τὰ ἑξῆς. Οἶμαι γὰρ διὰ τούτων προφητεύεσθαι τὴν τοῦ Σωτῆρος ἡμῶν κάθοδον, ἐκπορευομένου ἐκ τοῦ τόπου αὐτοῦ καὶ κατεληλυθότος ἀπὸ τῆς σὺν τῷ Πατρὶ προηγουμένης καταστάσεως αὐτοῦ. Δύναται μέντοιγε τόπος καλεῖσθαι Θεοῦ τὸ λεγόμενον παρὰ Παύλῳ φῶς ἀπρόσιτον ἐν τῷ· Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον. Τί δὲ τοῦτό ἐστιν; Ἡ βαθυτάτη γνῶσις τοῦ Θεοῦ, ᾖ οὐχ οἷόν τε προσελθεῖν τινα, οὐδὲ χωρῆσαι τὴν κατάληψιν αὐτῆς. Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. Ἐπειδήπερ βαρέως φέρεσθαι μέλλει τό· Σκοπὸν ἔδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, ἐχρῆν ἡμᾶς διδαχθῆναι πῶς γέγονεν ὁ προφήτης σκοπὸς, ἵνα, ἐπειδάν τινες ἐκ τοῦ μὴ τετηρηκέναι τὰ γεγραμμένα ἐπιπηδῶσι τῷ ὀνόματι τοῦ σκοποῦ, δυσωπήσωμεν αὐτοὺς ἐξ ὅλης τῆς λέξεως, παραδεικνύντες πῶς γίνεται σκοπὸς καὶ δέδοται τοῖς ἀληθῶς υἱοῖς Ἰσραήλ. Γίνεται τοίνυν οὕτως σκοπὸς, ἐπὰν πρὸς τοῖς προειρημένοις γίνεται ἐπί τινα χεὶρ Κυρίου· καὶ οὐχ ἁπλῶς χεὶρ Κυρίου, ἀλλ' αὑτὴ κραταιά. Τάχα γὰρ οὐκ ἐπὶ πάντας, οὓς γίνεται χεὶρ Κυρίου, γίνεται κραταιὰ χεὶρ Κυρίου, τῷ μηδὲ παραπλησίους ἀλλήλοις εἶναι τοὺς ἀξιουμένους χειρὸς Κυρίου. Δεῖ δὲ τὸν εἰσελθόντα εἰς τὴν αἰχμαλωσίαν μὴ ταπεινὸν εἰσελθεῖν εἰς αὐτὴν καὶ τὰ παραπλήσια πάσχοντα τοῖς αἰχμαλωτισθεῖσιν, ἀλλά τινα διῃρημένον καὶ μετέωρον, καὶ ὡς ἀπὸ ὕψους κατασκοποῦντα τὰ ἰδιώματα ἑνὸς ἑκάστου τῶν πεπονθότων τὴν αἰχμαλωσίαν καὶ παρὰ τοῖς ῥεύμασι τοῦ ποταμοῦ τῆς αἰχμαλωσίας κατοικούντων καὶ τοῖς ἀστάτοις αὐτῶν πράγμασι. Ἀριθμὸν δὲ δεήσει ποιῆσαι ἡμερῶν σαββάτου ἀναστρεφόμενον, ἵνα ἐπιμελῶς ἴδῃ τὰ τῶν αἰχμαλώτων. Καὶ οὕτως ἀκούσει· Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. Ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται. Οὐκ ἀνομίας μόνον, ἀλλὰ καὶ ὁδῶν ἐμνημόνευσε, τὴν ἀνομίαν φήσας, ἐπὶ τῇ ἀσεβείᾳ καὶ τῇ τῶν εἰδώλων θεραπείᾳ· τὰ δὲ ὁδοὺς ἐπὶ τῶν πράξεων τῶν εἰς τὸν πλησίον. Καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον. Πρῶτον μὲν, ὡς δυνατοῦ ὄντος τοῦ δικαίου μεταπεσεῖν, ταῦτα εἴρηται· δεύτερον δὲ, ὅτι καὶ δεῖ τούτῳ διαστελλομένου αὐτῷ