Ancient Greek · ~11 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.777
Not analysed yet
σκοποῦ· καὶ τρίτον ἐπὶ μὲν τοῦ ἀνόμου ἁπλῶς εἴρηται τό· Ὁ ἄνομος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται. Βάσανος τέτακται ἐπ' αὐτοῦ· Δώσω γὰρ, φησὶ, τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ. Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου. Ἐπειδὴ οὐκ ἐδύναντο ἑστηκότος αὐτοῦ ἀκούειν οἱ ἐν τῇ αἰχμαλωσίᾳ, διὰ τοῦτο ἐκαθέσθη ἐν μέσῳ αὐτῶν. Ὅτε δὲ αὐτὸς μέλλει βλέπειν τὴν δόξαν Κυρίου, ἀνίσταται καὶ ἐξέρχεται εἰς τὸ πεδίον, συλλαμβανομένου μόνου τοῦ πλάτους τοῦ πεδίου τῇ ὄψει τῆς δόξης Κυρίου, ἢν ἔμελλεν ὁρᾷν ὁ προφήτης. Εἴσελθε, καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου. Ἐπεὶ οὐχ οἷόν τέ ἐστι διακεῖσθαι προσδιατρίβοντα ἐξεληλυθέναι καὶ ἑστηκέναι τὸν ἔτι ὄντα ἐν τῷ σώματι· καλεῖ γὰρ ἡ σωματικὴ χρεία πρὸς τὸ καὶ μετὰ τὰς θείας θεωρίας πάλιν εἰσελθεῖν εἰς τὸ σῶμα καὶ οἱονεὶ τὰ τοῦ κεκλεισμένου πάσχειν· διὰ τοῦτο λέγεται μετὰ τὸ ἑωρακέναι αὐτὸν ἑστηκυῖαν τὴν δόξαν, καὶ μετὰ τὸ ὑπὸ τοῦ πνεύματος ἐστηρίχθαι ἐπὶ τῶν ποδῶν αὐτοῦ, τὸ, Εἴσελθε, ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου. Ἰδοὺ δίδονται ἐπὶ σὲ δεσμοί. Καὶ τίνες ἂν ἄλλοι εἶεν οἱ δεδομένοι ἐπὶ τὸν προφήτην δεσμοὶ ἢ αἱ σωματικαὶ ἀνάγκαι, ἐν αἷς εἰσιν οἱ δεσμεύοντες ἡμᾶς· ὡς μὴ δύνασθαι πάντη ἐκφυγεῖν αὐτὰς καὶ ἐξελθεῖν ἀπ' αὐτῶν; Διὰ ταύτας συνδεῖται ἡ γλῶσσα ἡμῶν ἀπὸ Θεοῦ πρὸς τὸν λάρυγγα· ὥστε μὴ τὸν περὶ τῶν πλειόνων λόγον καὶ μυστικώτατον ἐν ἡμῖν εἶναι μεταδιδόναι τοῖς παραπικραίνουσι τὸ Θεῖον καὶ μὴ χωροῦσι λόγους ἐλεγκτικούς. Πλὴν παρατηρητέον, ὅτι ἔνθα πλείονά ἐστι τὰ ἁμαρτήματα, κελεύεται ὁ προφήτης μηδὲ ἐλέγχειν ἔτι διὰ τοῦ· Καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, διότι οἶκος παραπικραίνων ἐστί· οὔτε δὲ ἀεὶ κελεύεται σιωπᾷν καὶ μὴ ἐλέγχειν, ἀλλ' ἐν καιρῷ καὶ τοῦτο ποιεῖν διὰ τὸ εἰρῆσθαι· Καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ ἀνοίξω τὸ στόμα σου, καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Κύριος· Καὶ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπειθείτω. ΚΕΦ. Δʹ. Λάβε σεαυτῷ πλίνθον. Οἶμαι τὴν λαμβανομένην πλίνθον ἕκαστον εἶναι τῶν πρὸ τοῦ πεπιστευκέναι, πλίνθῳ τὴν διάνοιαν ἐοικότων. Τοῦ αὐτοῦ. Πλίνθον ἐνταῦθα νομίζω λέγεσθαι τὴν τοῦ ἀπαιδεύτου καὶ ἀνοήτου ψυχὴν, ἐν ᾗ διαγράφεται ὑπὸ τοῦ προφήτου καὶ τοῦ δυναμένου διδάσκειν τὰ πνευματικὰ καὶ τὰ κρείττονα παραδεικνύναι, πόλις Ἱερουσαλὴμ, καὶ τὰ ἐν αὐτῇ μυστήρια, καὶ ὁ λόγος τῆς πόλεως τοῦ Θεοῦ καὶ τῶν ἐμπολιτευσαμένων αὐτῇ. Περιοχὴ δὲ τῆς πόλεως ἂν εἴη δόγματα ὀχυροῦντα τοὺς λόγους τοὺς περὶ αὐτήν· προμαχῶνες δὲ αἱ κατασκευαστικαὶ ἀποδείξεις. Τάχα δὲ καὶ καθ' ἑαυτὴν ἡ λογικὴ θεωρία, ἧς ἐν γνώσει δεῖ εἶναι τὸν ἀκαταμάχητον, σημαίνεται ἐκ τοῦ· Καὶ περιβαλεῖς ἐν αὐτῇ χάρακα· ἡ δὲ ἀγγελικὴ φρουρὰ ἐκ τοῦ· Καὶ δώσεις ἐν αὐτῇ παρεμβολάς· αἱ δὲ βελοστάσεις αἱ κύκλῳ τῆς Ἱερουσαλὴμ, οἱ ἀποκρουόμενοι λό-