Ancient Greek
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.780
Not analysed yet
γοι τοὺς ἐναντίους λόγους εἰσί. Ἐπεὶ δὲ καὶ δυνατόν ἐστι καὶ ἁμαρτεῖν μετὰ τοσαῦτα, τάχα οἱ ἁπτόμενοι τοῦ ἡμαρτηκότος λόγοι καὶ κολάζοντες αὐτὸν σιδηροῦν λέγονται τήγανον, ὥσπερ τις κατὰ τὸν προφήτην ἐστὶ τοῖχος σιδηροῦς διὰ τὸ μὴ μεταπίπτειν ἀπὸ τῆς καλλίστης ἕξεως. Τὸ δὲ, Ἑτοιμάσεις τὸ πρόσωπόν σου, τουτέστι συντενεῖς τὸ διορατικὸν τῆς ψυχῆς σου ἐπὶ τὴν πόλιν εἰς τὸ οἰκοδομῆσαι αὐτὴν ἐπὶ τῆς πλίνθου, ἣ τῆς πόλεως ἔσται συγκλεισμός. Συγκλείσεις γὰρ αὐτὴν, ἐντυπῶν αὐτὴν καὶ ἐγκαθειργνύων τῇ ψυχῇ τοῦ ἀκροατοῦ σῶμα περικειμένου. Τοῦτο δὲ πᾶν σημεῖόν τι ἔγκειται τοῖς ἐν γενέσει εὐφυέσι καὶ καλουμένοις υἱοῖς Ἰσραήλ. Τάχα δὲ καὶ ἐν τοῖς διδαχθεῖσι μὲν τὰ τῆς θεοσεβείας, μὴ βιοῦσι δὲ ἀξίως τῶν ἁγίων μαθημάτων, λόγος ἐστὶν ἡ ἐπὶ τῆς πλίνθου διαγεγραμμένη πόλις Ἱερουσαλὴμ περιεχομένη καὶ συνεχομένη ὑπὸ πολεμίων, προμαχῶνας ἐχόντων καὶ χαρακούντων αὐτὴν, τάς τε παρεμβολὰς αὐτῶν ἐπιστησάντων αὐτῇ καὶ μυρίας ὅσας βελοστάσεις, ἵνα αὐτὴν τιτρώσκωσι. Καὶ διὰ τοῦτο τήγανον σιδηροῦν τίθεται ὡς τοῖχος σιδηροῦς, τῷ μὴ εἶναι τὸν προφήτην τοιοῦτον, ὁποῖοί εἰσιν ἐκεῖνοι ἀναμέσον αὐτοῦ καὶ τῆς περιεχομένης πόλεως. Παρεσκεύασται δὲ τὸ τοῦ προφήτου πρόσωπον ἐπὶ τὴν ἐν τῇ πλίνθῳ πόλιν οὖσαν ἐν συγκλεισμῷ συγκεκλεισμένην ὑπὸ τῆς ἀποδείξεως τῶν προφητικῶν λόγων. Καὶ τοῦτο πᾶν σημεῖόν ἐστι καὶ αὐτὸ τοῖς υἱοῖς Ἰσραὴλ, ἵνα μὴ τοιοῦτοι γίνωνται. Καὶ σὺ λάβε σεαυτῷ τήγανον. Εἰκὸς τὰς κολάσεις εἶναι τήγανον σιδηροῦν· ἢ καὶ κατὰ τὴν ἱστορίαν, ὅτι ἀπετηγάνισε τοὺς υἱοὺς τῆς βασιλείας ὁ βάρβαρος. Καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰσραήλ. Καὶ τίς ἔλαβε τὰς ἀδικίας τῶν υἱῶν Ἰσραὴλ οὔσας δύο τὸν ἀριθμὸν, τήν τε εἰς Θεὸν καὶ τὴν εἰς τὰ λογικὰ, διὰ τῆς οἰκείας κοιμήσεως, ἢ ὁ Σωτὴρ ἡμῶν; Ἐχρῆν δὲ ὑπὲρ τῶν πλείονα ἡμαρτηκότων πλείονα αὐτὸν κοιμᾶσθαι χρόνον, οὐκ ἐπὶ τὸ δεξιὸν καὶ κρεῖττον, ἀλλ' ἐπὶ τὸ ἀριστερὸν μέρος· ὑπὲρ δὲ τῶν ἐλάττονα παραπεπτωκότων ἐπὶ τὸ δεξιὸν πλευρὸν ἐλάττονα χρόνον· τοῦτο ἐνδεικνυμένου τοῦ λόγου, ὡς πλεῖον ἔπαθεν ὁ Σωτὴρ ὑπὲρ τῶν πλείονος χρῃζόντων τῆς θεραπείας. Καὶ σὺ λάβε σεαυτῷ πυρούς. Ἐάν τις ζητῇ πῶς ὁ Κύριος ἡμῶν ὁ Υἱὸς τοῦ ἀνθρώπου οὕτως ἀκάθαρτον ἄρτον ἐσθίει ἐν τοῖς ἔθνεσι, νοησάτω αὐτὸν ἐσθίοντα ἃ παρατιθέασιν αὐτῷ οἱ ἄνθρωποι· καὶ ὄψονται τίνα τρόπον καθαρὸν αὐτῷ ἄρτον οὐδεὶς δύναται παρατιθέναι. Ἕστηκε γὰρ ἐπὶ τὴν θύραν καὶ κρούει, καὶ ἐάν τις ἀνοίγῃ αὐτῷ, εἰσέρχεται πρὸς αὐτὸν, καὶ δειπνεῖ μετ' αὐτοῦ· οὐκ οἶμαι δὲ, ὅτι καθαρὰ, ἀλλὰ τὸν ἐν βολβίτοις βοῶν γινόμενον κόπρον γινόμενον ἄρτον. Ἡμεῖς δὲ, ἐὰν ὕστερόν ποτε δειπνῶμεν μετ' αὐτοῦ, καθαρὰ ἀπ' αὐτοῦ, ἀνθ' ὧν οὐ πάνυ ἀκάθαρτα παρεθήκαμεν, ἀποληψόμεθα. Δεδομένοι δέ εἰσιν ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου δεσμοὶ εἰσελθόντα ἐν μέσῳ τῆς αἰχμαλωσίας ἡμῶν οἱ ὑλικοὶ