Ancient Greek · ~11 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.781
Not analysed yet
καὶ σωματικοί. Ὅτε γὰρ παρ' ἡμῖν γίνεται συμπάσχων ἡμῖν, καὶ συνδέδεται ἡμῖν, καὶ σὺν ἡμῖν ἐστιν ἐν τῇ φυγῇ τοῦ βίου τούτου, συμπεινῶν ἡμῖν καὶ συνδιψῶν, καὶ συνεσθίων καθαρὸν ἐσθίουσιν ἄρτον, καὶ συμπίνει τὸ ὕδωρ, πλὴν ἐν σταθμῷ καὶ μέτρῳ. Οὐ γὰρ ἐπιμεριεῖται ἐνταῦθα τυγχάνουσι τὸ πρὸς ἀξίαν. Ὅσον μὲν οὖν ἐχρῆν ἡμᾶς ἐπὶ τοῖς ἁμαρτήμασιν ἐν βολβίτοις τῆς κόπρου ἀνθρωπίνης ἐσθίειν τὸν τοιοῦτον ἄρτον· ὅσον δὲ ἔστι τεθαῤῥηκότι εἰπεῖν· Ἡ ψυχή μου οὐ μεμίανται, καὶ θηράματα οὐ βέβρωκα, καὶ τὰ λοιπά· συγχωρούμεθα τὸ τοιοῦτον, καὶ γηΐνοις μὲν καὶ κοπρώδεσί τισιν ἀναμέμικται ἡμῶν ἡ τροφὴ, οὐ μὴν ἐπὶ τοσοῦτον καὶ εἰς ὑπερβολὴν ἀκαθάρτοις καὶ δυσώδεσιν. Οὐκ οἶδα δὲ ὁποῖαι τῆς ψυχῆς τροφαὶ πυρὸς ἂν λέγοιντο, καὶ αἱ ποδαπαὶ κριθὴ, καὶ τίνες κύαμοι, καὶ αἱ λοιπαί. Εἰς ὀστράκινον δὲ ἐμβάλλονται ἄγγος, εἰς τὸ ληφθὲν καὶ πλασθὲν ἀπὸ τῆς γῆς σῶμα. Ἐσθίειν δὲ κʹ σίκλους κελεύεται. Οὐκ ἐχρῆν γὰρ τὸν οὕτως ἀκάθαρτον βρωθησόμενον ἄρτον ἐν ἁγίῳ παραλαμβάνεσθαι ἀριθμῷ, ὁποῖός ἐστιν ὁ τῆς δεκάδος, καὶ ἑβδομάδος, ἢ τριακάδος, ὀγδοάδος, ἤ τινος τῶν ὁμοίων ἀριθμῶν· ἀλλ' ἐν ἀριθμῷ δὲ τοῦ Κυρίου, ὃς διὰ τὴν δυάδα καὶ σχίσιν περιέχειν ἀκαθάρτων ἐστὶ συγγενής· ὡς δῆλόν ἐστιν ἐκ τῶν ἐν τῇ κιβωτῷ γινομένων ζώων ἀκαθάρτων καὶ τῶν ἀποστελλομένων τῷ Ἠσαῦ παρὰ τοῦ Ἰακώβ. Τὰ γὰρ πλεῖστα αὐτῶν τῷ κʹ ἀριθμῷ ἀναπέμπεται πρὸς αὐτόν. Καὶ ὁ ἓξ ἀριθμὸς εἰς τὸ μέτρον τοῦ ποτοῦ παραλαμβάνεται, καὶ ἀπὸ ἓξ ἀριθμοῦ ὁ ἄρτος γίνεται πυροῦ καὶ κριθῆς, καὶ κυάμου καὶ τῶν λοιπῶν· ἐπείπερ ἐστὶν ὁ ἀριθμὸς οὗτος πάθους σύμβολον καὶ κακώσεως τοῦ Σωτῆρος τῇ ἕκτῃ ἡμέρᾳ πεπονθότος, καὶ ἐν τῇ Ἀποκαλύψει Ἰωάννου τοῦ ὀνόματος τοῦ θηρίου τὸν χξϛʹ ἔχοντος ἀριθμόν. Οὐκ ἀγνοοῦμεν δέ τινα τῶν ἀντιγράφων ἔχειν ρʹ καὶ νʹ ἡμέρας· καὶ ἄλλα ϟʹ καὶ ρʹ ἡμέρας· καὶ τὰ πλείονα δὲ ϟʹ καὶ ρʹ ἡμέρας. Ἀλλ' ἐπισκεψάμενοι τὰς λοιπὰς ἐκδόσεις, εὕρομεν τʹ εἶναι καὶ ϟʹ ἡμέρας. Ταῦτα δὲ πάντα γίνεται τὰ προειρημένα, ἵνα ἐντακῇ ἕκαστος ἐν ταῖς ἀδικίαις αὐτοῦ τῶν ἠδικηκότων, καὶ τῷ ἄδικος εἶναι ἀποθανῆται. Ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν. Οὐκοῦν αἰνίττεταί τι μυστικὸν περὶ τῆς ψυχῆς τῆς αἰχμαλωτισθείσης ὁ προφήτης, οὐ δυνάμενος τροφὴν πάντη ἀκαθαρσίας ἀπηλλαγμένην λαμβάνειν. Ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου. Διὰ τοῦτο ὑγιὴς καὶ ἀσύντριπτος ἄρτος οὐχ εὑρίσκεται, οὐδὲ στήριγμά ἐστιν ἄρτου τοῖς ἐν αἰχμαλωσίᾳ νηπίοις, οἷς καὶ διακλᾶσθαι δεῖ τὸν ἄρτον. ΚΕΦ. Εʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος. Ἐπέτρεπεν, ὅπου μὲν τὸ κρῖμα, μὴ λέγειν· Ἔσται κρῖμα ἐν μέσῳ, ἀλλὰ, Ποιήσω κρῖμα ἐν μέσῳ σου· καὶ διὰ τὸ μεμιαγκέναι αὐτοὺς τὰ ἅγια τοῦ Θεοῦ, λέγεται τὸ, Κἀγὼ ἀπώσομαί σε· ὅπου δὲ πατέρες υἱοὺς ἤσθιον, Οὐχὶ ποιήσω, ἵν' οἱ πατέρες φάγωσι τέκνα ἢ τέκνα τοὺς