Ancient Greek · ~10 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.784
Not analysed yet
πατέρας· ἐπεὶ οὐκ ἦν ἁμάρτημα τῶν πατέρων τὸ ἐσθίεσθαι ὑπὲρ αὐτῶν τοὺς υἱούς. Ἀλλ' οὐδὲ οἰκεῖον Θεῷ τὸ ταῦτα ἐνεργῆσαι. Οὕτω γὰρ καὶ ὁ τῶν Ἑβραίων διδάσκαλος ἐξηγήσατο τό· Τοὺς δοξάζοντάς με δοξάσω, οἱ δὲ ἐξουθενοῦντές με ἀτιμασθήσονται, ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν κείμενον. Ἐχρῆν γὰρ Θεοῦ μὲν ἔργον εἶναι τὸ δοξάζειν, οὐκέτι δὲ ἐνέργειαν, ἀλλὰ παρακόλουθα τὸ τὸν ἀτιμάζοντα Θεὸν ἀτιμάζεσθαι. Ταῦτα οὖν παρατηρητέον καὶ ἐπὶ τῶν εὐλογιῶν καὶ καταρῶν τῶν ἐν Λευϊτικῷ καὶ Δευτερονομίῳ, καὶ ἐπὶ τῶν λόγων τῶν προφητικῶν. Τί τοίνυν ἐστὶ τὸ, Διὰ τοῦτο φάγονται πατέρες τὰ τέκνα ἐν μέσῳ σου, καὶ τέκνα φάγονται πατέρας; Ὅσον μὲν οὖν κατὰ κοινήν τινα καὶ ἁπλουστέραν ἐκδοχὴν ἔστι τοῦτο ἰδεῖν ἐν ταῖς ἀκαταστατούσαις καὶ στασιαζούσαις πονηρευομένων ἐκκλησίαις. Πολλάκις γὰρ οἱ διδάξαντες καὶ ἐν Χριστῷ γεγεννηκέναι τοὺς παρ' αὐτῶν ἀκούσαντας τοῦ θείου νόμου νομισθέντες, ἐπιβουλευόμενοι ὑπὸ τῶν διδαχθέντων, οἷον ἐσθίονται ὑπὸ τῶν υἱῶν πατέρες. Εἰ δὲ αὐτοὶ πλεονεκτοῖεν καὶ ἀδικοῖεν τοὺς προσαχθέντας δι' αὐτῶν τῷ θείῳ λόγῳ, πατέρες εἰσὶν ἐσθίοντες τοὺς υἱούς. Ὅτι δὲ κεῖται τὸ ἐσθίειν τὰς σάρκας τινὸς ἐπὶ τοσαύτης ἀκαταστασίας καὶ στάσεως, ἔστι μαθεῖν ἐκ τοῦ κϛʹ ψαλμοῦ· Διὰ τὸ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου· καὶ ἐκ τοῦ Ἰὼβ λέγοντος· Εἰ δὲ καὶ εἶπον αἱ θεράπαιναί μου· Τίς ἂν δοίη ἡμῖν τῶν σαρκῶν αὐτοῦ φαγεῖν, λιμοῦ χρηστοῦ ὄντος; Τοιαῦτά ἐστι καὶ τὰ παρὰ τῷ Ἀποστόλῳ αἰτιωμένῳ τοὺς στασιάζοντας πρὸς ἀλλήλους ἔν τισιν Ἐκκλησίαις· Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. Τοῦτο δὲ τὸ δάκνειν καὶ κατεσθίειν, ὡς γίνεσθαι τὸ, Πατέρες φάγονται τέκνα ἐν μέσῳ σου, καὶ τέκνα φάγονται πατέρας, οὐχ ὁ Θεὸς ἐνεργεῖ, ἀκολουθεῖ δὲ τοῖς τὰ δικαιώματα τοῦ Θεοῦ ἀπωθουμένοις καὶ ἐν τοῖς νομίμοις αὐτοῦ μὴ πορευομένοις. Καὶ συντελεσθήσεται ὁ θυμός μου. Τοῦτο δηλοῖ, ὅτι πέρας ἕξει ὁ θυμὸς τοῦ Θεοῦ ὁμοίως τῇ συντελείᾳ τοῦ κόσμου. Τοῦ αὐτοῦ. Θυμὸς Θεοῦ ἐστιν ἐλεγμὸς, ὀργὴ δὲ παιδεία. Πᾶς δὲ ὁ ἐλέγχων καὶ παιδεύων πατὴρ δείκνυται. Τοῦ αὐτοῦ. Κρεῖττον παιδεύεσθαι ἐν τῇ ἀκοῇ τῆς θλίψεως καὶ μὴ αὐτὸ τὸ ἔργον τῆς παιδείας πειραθῆναι· τινὲς γὰρ παιδεύονται τῷ λόγῳ τῆς κολάσεως, ἕτεροι δὲ αὐτῇ τῇ κολάσει. ΚΕΦ. ϛʹ. Στήριξον τὸ πρόσωπόν σου. Τοὺς εἶναι δοκοῦντας καὶ μείζονας παρὰ τοὺς λοιποὺς, ἤτοι κατὰ τὴν τοῦ ἄρχειν ἐξουσίαν ἢ κατὰ τὸ περὶ γνῶσιν καὶ σοφίαν διατρίβειν ἐθέλειν, ὄρη νομίζω λέγεσθαι τοῦ Ἰσραὴλ καὶ βουνούς. Τὴν ἐπίφασιν οὖν τοῦ προφητικοῦ λόγου πρόσωπον ὀνομαζομένην καὶ τὴν λαμπρότητα αὐτοῦ δεήσει στηριχθῆναι ἐπὶ ταῦτα τὰ ὄρη, ἵν' ἡ προφητεία καὶ ἐπὶ ταῦτα λεχθῇ. Καὶ παρατηρητέον γε, ὅτι