Ancient Greek · ~10 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.785
Not analysed yet
τὰ μὲν λεγόμενα ἀπαγγέλλεται τοῖς ὄρεσι, προφητεύεται δὲ οὐ περὶ τῶν ὀρέων μόνον, ἀλλὰ καὶ τῶν βουνῶν καὶ τῶν ναπῶν καὶ φαράγγων· ταῦτα γὰρ οἱ βουνοὶ καὶ αἱ φάραγγες καὶ αἱ νάπαι, τὸν στηριγμὸν μὴ χωροῦντα τοῦ προφητικοῦ προσώπου, οὐδὲ δέξασθαι τὰ λεγόμενα οἷά τε ἦν. Ἀπαγγέλλεται δὲ ταῦτα τοῖς ὄρεσιν, ὅτε ἤκουον, ἀξίοις οὖσι τοῦ τὰ ἐπιφερόμενα παθεῖν οὐ πάντως ἵνα πάθωσιν αὐτά· δυνατὸν γὰρ τοὺς ἀκούοντας, ἐπικειμένων τινῶν χαλεπῶν, μεταβαλόντας μηκέτι περιπεσεῖν τούτοις οἷς ἤκουσαν, ὥσπερ καὶ περὶ Νινευϊτῶν γεγένηται. Καὶ ἐν τῷ Ἱερεμίᾳ δὲ, Πέραν λαλήσω, φησὶν, ἐπὶ ἔθνη καὶ βασιλέας τοῦ ἐξᾶραι καὶ ἀφανίσαι αὐτούς. Καὶ ἐὰν μετανοήσωσι, κἀγὼ μετανοήσω περὶ πάντων ὧν λελάληκα περὶ τοῦ ποιῆσαι αὐτοῖς. Διὰ τοῦτο δὲ πρὸς τὰ ὄρη μόνα λέγεται, ὅτι χωρητικά εἰσι τοῦ περὶ πάντων λόγου· οὐδὲ γὰρ ἂν παρὰ τὰ ὄρη συνεῖεν τοῦ βουλήματος τῶν λεγομένων. Ἅμα δὲ παραθετέον τὸ ῥητὸν τοῖς ἀδιακρίτως διαλεγομένοις πᾶσι καὶ τοῖς τυχοῦσι καὶ περὶ τῶν μειζόνων τοῖς ἁπλουστέροις καὶ ἀκεραιοτάτοις ἀνακοινουμένοις· καὶ λεκτέον αὐτοῖς, ὅτι ὥσπερ ὁ προφήτης τὰ περὶ ὀρέων καὶ βουνῶν καὶ ναπῶν καὶ φαράγγων μόνοις τοῖς ὄρεσι κελεύεται λέγειν, τὸν αὐτὸν τρόπον τοῖς διακόνοις τοῦ λόγου συμβουλεύεται ποιεῖν. Ἡγοῦμαι δὲ τοὺς μὲν πρὸς γνῶσιν ὑγιῆ πεφυκότας τὰ ὄρη εἶναι· τοὺς δὲ ὀλίγον τι παρὰ τοὺς ἄλλους διαβαίνειν τῇ γνώσει δυναμένους λέγεσθαι βουνούς· τοὺς δὲ ψιλὸν τὸ πρακτέον ἐζηλωκότας λέγεσθαι νάπας· τοὺς δὲ πάντων ταπεινοτέρους τὰς ψυχὰς ὀνομάζεσθαι φάραγγας. Καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν. Πᾶσι τοῖς προτιθεμένοις τὰ τῆς γνώσεως ἐξετάζειν καὶ βιοῦν κατὰ τὸν νόμον, καὶ ἢ ὀλίγον τι ὡς πρὸς τὴν γνῶσιν διαβαίνειν δυναμένοις μόνον, ἢ πλέον τοῦ πρακτικοῦ μηδὲν ζητοῦσι καὶ ἀρκουμένοις τῷ τῆς εἰσαγωγῆς λόγῳ καὶ ἔργοις βραχέσι φησὶν ὁ λόγος τό· Ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ῥομφαίαν, καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν, ἅτε ἐν τοῖς τοιούτοις δυναμένου εὑρίσκεσθαι τῦφον καὶ φιλοδοξίαν καὶ οἴησίν τινα. Καλὸν δὲ τὸ ἐξολοθρευθῆναι καὶ ἀφανισθῆναι φυσίωσιν καὶ οἴησιν, ἅπερ ἐστὶ τὰ ὑψηλά. Αὐτὴ δὲ ἡ λογικὴ ῥομφαία, ὅσα παρὰ τὸν λόγον οἰκοδομοῦμεν τὰ θυσιαστήρια οἰόμενοι δεῖν τῷ Θεῷ τὴν λογικὴν λατρείαν, συντρίβει αὐτὰ, καὶ τὰ ἱδρύματα ἃ νομίζομεν κατασκευάζειν τῷ θείῳ λόγῳ· ἅπερ τεμένη νῦν ὀνομάζει ὁ θεῖος λόγος. Καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς ἐκπορνεύουσι. Προσεφαρμοστέον τούτῳ τό· Ὃς ἂν ἐμβλέψῃ γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ τὸ ἐν τῷ Δανιὴλ κείμενον περὶ τῶν παρανόμων πρεσβυτέρων ἐπὶ Σωσάννης· Οἱ δὲ παράνομοι ἐκέλευσαν ἀνακαλυφθῆναι αὐτὴν (ἦν γὰρ κατακεκαλυμμένη), ὅπως ἐμπλησθῶσι τοῦ κάλλους αὐτῆς. Καὶ τοῖς νοητοῖς δὲ ὀφθαλμοῖς πορνεύει ὁ ἀποστὰς τοῦ ἐνορᾷν τῷ κάλλει τοῦ τῆς ἀληθείας λόγου.