Ancient Greek · ~10 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.788
Not analysed yet
Οὐκ εἰς δωρεὰν λελάληκα. Οἴομαι τὸ μὴ μάτην συμβαίνειν τὰ ἐπιμεριζόμενα τοῖς ἀξίοις συστατικὰ νῦν λεγόμενα κακὰ, τοῦτ' εἶναι τό· Οὐκ εἰς δωρεὰν λελάληκα αὐτοῖς ἅπαντα ταῦτα. Ἀνύεται γάρ τι ἀπὸ τοῦ τάδε γίνεσθαι ὠφελουμένων τῶν πασχόντων αὐτὰ καὶ ἐπιστρεφόντων. Ἐὰν δὲ καὶ μετὰ τὰς κολάσεις ἐπιμένωσί τινες τῇ ἁμαρτίᾳ, φησὶ διὰ Ἱερεμίου ὁ προφητικὸς λόγος· Μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν· παιδείαν οὐκ ἐδέξασθε. Εἰκὸς γὰρ κἀκεῖ τὰ πατασσόμενα τέκνα τὰ ἔργα εἶναι τῆς κακίας, γεννήματα ὄντα τῆς μοχθηρᾶς ψυχῆς, ὧν ἔσθ' ὅτε λυομένων καὶ πατασσομένων, οὐχ ἧττον μένει ἡ κακία· πολλάκις γὰρ, τῶν ἔργων ἐμποδιζομένων, καὶ ἡ κακία ὑπεκλύεται. Κρότησον τῇ χειρὶ καὶ ψόφησον τῷ ποδί. Ὅσον ἐπὶ τῇ λέξει κελεύεται ὁ προφήτης διὰ τὸ πλῆθος τῶν βδελυγμάτων τοῦ λαοῦ σχετλιάσαι οὐ μόνον τῇ φωνῇ, ἀλλὰ καὶ τῇ ποιᾷ καταστάσει τοῦ σώματος, ἵνα αἱ μὲν χεῖρες αὐτοῦ ἐπὶ τῇ ἐκπλήξει τῇ ἐπὶ τὰ πολλὰ ἁμαρτήματα κροτήσωσιν· ὁ δὲ ποῦς σφοδρότερον τύψῃ τὸ ἔδαφος ὡς ἦχον ἀποτελεσθῆναι. Τὸ δὲ, Καὶ εἶπον, Εὖγε, παραφράζων ὁ Σύμμαχος πεποίηκεν· Ἐπένθησα καὶ ἐσχετλίασα. Καὶ ἡμᾶς οὖν δεήσει μιμουμένους τὸν προφήτην καὶ σχετλιάζειν ἀγανακτοῦντας ἐπὶ τοῖς ἁμαρτανομένοις, καὶ ἀφοσιοῦσθαι ὡς οὐδαμοῦ εὐδοκοῦντας τοῖς γινομένοις παρὰ τὸν ὀρθὸν λόγον. Τάχα δὲ καὶ κροτοῦμεν τῇ χειρὶ μὴ συμπράττοντες τοῖς ἁμαρτάνουσι· ψοφεῖν δὲ λεγόμεθα τῷ ποδὶ, μὴ συμπορευόμενοι αὐτοῖς· καὶ λέγομεν σχετλιάζοντες τὸ Εὖγε, οὐδενὶ βδελύγματι λόγῳ ἢ ἔργῳ συγκατατιθέμενοι. ΚΕΦ. Ζʹ Τάδε λέγει Ἀδωναῒ Κύριος τῇ γῇ Ἰσραήλ. Ἡγοῦμαι, ἐπείπερ ἡ προφητεία τῇ γῇ τοῦ Ἰσραὴλ λέγεται ἡ περὶ τοῦ ἥκοντος πέρατος, ὅτι αἱ πτέρυγες τῆς γῆς οἱ διορατικώτατοί εἰσι καὶ μετεωροπόροι παρὰ πάντας τοὺς ἐπὶ τῆς γῆς. Καὶ αὐτοὶ διὰ τὸ σῶμα λεχθησόμενοι ἂν εἶέν πως ἐκ τῆς γῆς· καὶ εἴη ἂν ὁ Ἰσραὴλ αἱ πτέρυγες τῆς γῆς καὶ οἱ κατὰ τὸν θεῖον νόμον βιοῦν δεδιδαγμένοι· ἀπὸ τούτων γὰρ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, καθώς φησιν Ἡσαΐας· Κύριε, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν· τῶν, ἵν' οὕτως εἴπω, ἀπτέρων τῆς γῆς τέρατα λέγειν οὐκ ἐπισταμένων· πῶς γὰρ οὐ πτέρυγες τῆς γῆς οἱ πεφυκότες πτεροφυεῖν ὡς ἀετοί; Τέσσαρες δὲ πτέρυγες λέγονται τὰ γενικὰ τέσσαρα τάγματα, εἰς ἃ διαιρεῖται, πρῶτον μὲν καὶ πάντων ὑπερέχων ὁ οἶκος Ἀαρὼν, ἑξῆς δὲ τούτῳ ὁ οἶκος Λευΐ· καὶ τρίτον ὁ Ἰσραὴλ, καὶ ἐπὶ πᾶσιν ὡς ἕτεροι παρὰ τούτους οἱ φοβούμενοι τὸν Κύριον. Οἶκος γὰρ Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Ἐν ἄλλῳ δὲ ψαλμῷ παρὰ τούτους ὀνομάζεται οἶκος Λευΐ· καὶ εἰσὶν οἱ μὲν οἶκος Ἀαρὼν οἱ ἱερεῖς, οἱ δὲ οἶκος Λευῒ, ὡς ἂν εἴποι τις, οἱ ὑπὸ