Ancient Greek · ~11 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.789
Not analysed yet
τοὺς ἱερεῖς νεωκόροι· οἱ δὲ οἶκος Ἰσραὴλ οἱ ἀπὸ τῶν ιβʹ φυλῶν· οἱ δὲ φοβούμενοι τὸν Κύριον οἱ ἀλλότριοι τοῦ Ἰσραηλιτικοῦ σπέρματος καὶ προσκείμενοι τῷ Κυρίῳ καὶ προσήλυτοι. Καὶ ἀποστελῶ ἐγὼ ἐπὶ σέ. Παρατηρητέον τοῦτο παραδόξως πεφρασμένον εἰς παράστασιν ἀποῤῥήτου καὶ θειοτάτου νοήματος. Ἐν ταῖς ὁδοῖς σου, φησὶ, ταῖς κολαζομέναις ἐκδικήσω σε. Ἀδικούμενοι γὰρ οἱ ἁμαρτάνοντες οὐκ ὑπὸ ἄλλου τινὸς ἢ ὑπὸ ἑαυτῶν ἠδικήθησαν. Καὶ οὐκ ἄλλοι καθ' ὑπόθεσιν ὄντες τῶν ἠδικημένων κολάζονται οἱ ἀδικήσαντες, ἀλλ' εἰσὶν οἱ αὐτοὶ ἐκδικούμενοι καὶ κολαζόμενοι. Ἐκδικῶν τοίνυν τοὺς ὑφ' ἑαυτῶν διὰ τὴν κακίαν ἠδικημένους ὁ Θεὸς, κολάζει αὐτοὺς καθὸ ἠδικήκασι. Καὶ διὰ τῆς κολάσεως μὲν ἐξαφανίζονται οἱ ἠδικηκότες, καταλείπονται δὲ οἱ ἠδικημένοι οὐδαμῶς ἔτι ἔχοντες ἐν ἑαυτοῖς τοὺς ἠδικηκότας· οὐ γὰρ ἔτι ἔχουσι τὴν ἠδικηκυῖαν αὐτοὺς κακίαν καὶ τὰ ἔργα αὐτῆς. Πρόσχες δὲ καὶ τῷ· Δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου· οὐ γὰρ τινὰ μὲν δίδωσι, τινὰ δὲ οὐ δίδωσιν, ἀλλὰ πάντα ἐξαφανίζει· καὶ εἰ δεῖ οὕτως εἰπεῖν, καὶ εὐεργετῶν καὶ χαριζόμενος τοῖς τὰ βδελύγματα πεποιηκόσιν ὁ Θεὸς, δίδωσιν ἐπ' αὐτοῖς πάντα τὰ βδελύγματα αὐτῶν, ὡς ἔστι μαθεῖν καὶ ἐκ τῶν ἐν τῷ Ἀμὼς οὕτω γεγραμμένων· Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς· διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν· οἱονεὶ γὰρ κἀκεῖ τοιοῦτόν ἐστι τὸ λεγόμενον· Ἐπειδήπερ παρὰ πάντας τοὺς ἐπὶ γῆς ὑμᾶς ἔγνων ὡς ἐμοὺς ἐπιλεξάμενος, ὅπερ ἀκόλουθόν ἐστι τῷ, Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς ὡς ἐμοὺς (καὶ οὓς ἔγνων ἐγὼ εὐεργετῶ) πάσας τὰς ἁμαρτίας ὑμῶν. Καὶ ὡς ὁ καλός γε ἰατρός, φησὶ τό· Οὐ φείσεται ὁ ὀφθαλμός μου ἐπὶ σὲ, οὐδ' οὐ μὴ ἐλεήσω. Ὡς γὰρ ὁ φειδόμενος τῶν μείζονος τομῆς καὶ καυτηρίου δεομένων ἰατρὸς καὶ ἐλεῶν αὐτοὺς δεομένους μειζόνων βασάνων καὶ πόνων, ἐλλιπεστέραν προσάγει θεραπείαν· οὕτως ἂν ἐποίησεν ὁ λέγων· Οὐ φείσεται ὁ ὀφθαλμός μου ἐπὶ σὲ, οὐδὲ μὴ ἐλεήσω· εἴπερ ὡς ἑταῖρος ἐκήδετο καὶ ἐλεεῖ. Τὴν ὁδὸν οὖν ἑκάστου ἐπ' αὐτὸν δώσει, καὶ τὰ βδελύγματα τοῦ βδελυκτὰ ἡμαρτηκότος ἐν μέσῳ τοῦ ἡμαρτηκότος ἔσται οἱονεὶ κατανοούμενα καὶ βλεπόμενα καὶ καταγινωσκόμενα, ἵνα μετὰ ταῦτα γνῶσιν οὗτοι περὶ ὧν ὁ λόγος, διότι Κύριος Κύριος, καὶ πῶς ἐστι Κύριος· καὶ ἐν τῷ Ὠσηὲ δέ φησιν· Ἐκδικήσω τὸν Ἰακὼβ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσω αὐτῷ· τὸ ὅμοιον κἀκεῖ ἐν τῷ ἐκδικήσω δηλῶν ὁ λόγος. Κακία μία, κακία ἰδοὺ πάρεστι. Κακίαν μίαν προαγορεύει ὁ προφήτης ἐν ᾗ τὸ πέρας ἥκειν φησὶ, τὴν τῶν Ἰουδαίων κατὰ Χριστοῦ τόλμαν· πλοκὴν δέ φησι τὴν ἀναπλήρωσιν τῶν ἁμαρτημάτων. Τούτῳ γὰρ τῷ λόγῳ καὶ οἱ Ἀμοῤῥαῖοι ἐξωλοθρεύθησαν, ὅταν ἐπληρώθησαν αἱ ἁμαρτίαι. Καὶ ὅταν δέ τις ἁμαρτάνων πολλὰ ἕν τι μὴ ἁμαρτήσῃ, διότι τῆς μακρο-