Ancient Greek · ~11 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.792
Not analysed yet
θυμίας ἀπολαύει τοῦ Θεοῦ, ἐὰν μετὰ ταῦτα κἀκεῖνος προσθήσῃ τὸ ἁμάρτημα τοῖς προημαρτημένοις, εἰκότως λεχθείη ἂν ἐπ' αὐτῷ· Κακία μία, κακία ἰδοὺ πάρεστι, ἰδοὺ ἥκει ἡ πλοκὴ ἐπὶ σέ. Ἤνθησεν ἡ ῥάβδος. Τάχα ἐπειδὴ μετὰ τὰς παιδεύσεις αἱ εὐεργεσίαι τοῦ Θεοῦ ἀναλάμπουσιν, ἀνθεῖν λέγεται ἡ ῥάβδος τῆς ἐκ τῆς διορθώσεως τοῦ παιδευομένου εὐεργεσίας. Καὶ ἐν τῷ Ἡσαΐᾳ δὲ μία τῶν περὶ Χριστοῦ προφητειῶν οὕτως ἔχει· Καὶ ἐξελεύσεται ἡ ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Ἥντινα καὶ προφήτης νομίζω δηλοῖ, διὰ μὲν τῆς ῥάβδου τοῦ σωτηρίου λόγου τὸ ἐπιπληκτικὸν καὶ κολαστικὸν τῶν ἀκουόντων, ὅτε ἐλέγχονται· διὰ δὲ τοῦ ἄνθους τὸ ἀποτέλεσμα τοῦ ἐλέγχου καὶ τῆς ἐπιπλήξεως. Ἕκαστος οὖν ἡμῶν ὅτε αἰσθάνεται ὑπὸ ῥάβδου θείας πληττόμενος, πειράσθω, διὰ τοῦ ὑπομένειν καὶ εὐαρεστεῖσθαι τοῖς ἀπαντῶσιν, ἄνθος ποιεῖσθαι πρὸς τὴν ῥάβδον. Ὅρα εἰ τούτου δύναται σύμβολον εἶναι ἡ τοῦ Ἀαρὼν ῥάβδος μετὰ πολὺν χρόνον ἐν ᾧ εἶχεν αὐτὴν βλαστήσασα καὶ καρπὸν ἐνηνοχυῖα· οἱονεὶ γὰρ ῥάβδος Θεοῦ ἐκείνη, ὡς γέγραπται· Καὶ τὴν ῥάβδον τὴν παρὰ τοῦ Θεοῦ λήψῃ· ἥντινα ὁ ἐνεγκὼν ὃν δεῖ τρόπον ῥάβδον φέρειν Θεοῦ, ὕστερον οὐ μόνον ἄνθος, ἀλλὰ καὶ καρπὸν ὄψεται ἐν αὐτῷ, ὥστε ἄξιον αὐτὸν γενέσθαι καὶ τοῦ ἀποκεῖσθαι εἰς τὰ Ἅγια τῶν ἁγίων ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ. Ὅτι ὅρασις εἰς πᾶν τὸ πλῆθος. Ἐκλέλοιπε γὰρ ἡ προφητεία μετὰ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν. Καλῶς δὲ, Εἰς ἅπαν τὸ πλῆθος· ἐπειδὴ λῆμμα κατ' ἐκλογὴν χάριτος γέγονε. Καὶ ἄνθρωπος ἐν ὀφθαλμοῖς ζωῆς αὐτοῦ. Ἐὰν ἅγιός τις ᾖ, κρατήσει ὧν κρατεῖν δεῖ, καὶ περιέσται οὐκ ἄλλῳ τινὶ ἢ τῷ ὀφθαλμῷ τῆς ἰδίας ζωῆς, ὅς ἐστιν ὁ νοῦς, ἐν ᾧ τὴν ἐν τῷ ἀληθεῖ ζωὴν βλέπομεν, καὶ περιγινόμεθα πάντων τῶν ἀντιπαλαιόντων ἡμῖν. Σαλπίσατε σάλπιγγι. Ἐπὶ πλεῖον περὶ σάλπιγγος διειλήφαμεν ἐξετάζοντες τὸ, Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα· καὶ ἵνα μὴ παλιλλογήσωμεν, οὐ προσδιατρίβομεν τῷ τόπῳ· μόνον δὲ ὑπομνήσεως χάριν λεκτέον ὅτι, εἴπερ μεῖζόν ἐστι τὸ κρίνειν τὰ σύμπαντα τοῦ κρίνειν τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ, ἢ κρίνειν τοὺς ἀγγέλους, ἢ κρίνειν τὸν κόσμον εἰρημένον ἐν τῷ· Καθήσεσθε ἐπὶ δώδεκα θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ, καὶ ἐν τῷ· Ἀγγέλους κρινοῦμεν· ἔν τε τῷ· Ἐν ὑμῖν κρίνεται ὁ κόσμος· ἀσκητέον ὑπὲρ τοῦ κρῖναι τὰ σύμπαντα σαλπίσαι τῇ σάλπιγγι. Ζητητέον οὖν τὴν σάλπιγγα τοῦ Θεοῦ καὶ τὴν μεγάλην παροξυντικὴν τοῦ Θεοῦ φωνὴν τῶν στρατιωτῶν τοῦ Θεοῦ ἐπὶ τὸν κατὰ τῶν πολεμίων ἀγῶνα, ὁποίᾳ εἰκὸς ἦν χρῆσθαι τοὺς ἀποστόλους τοσοῦτον τὰ φρονήματα διεγείροντας διὰ τῆς φωνῆς τῆς σάλπιγγος ἐπὶ τὸν κατὰ τῶν ἐχθρῶν ἀγῶνα. Ἐπειδὴ δὲ καὶ ἐν ταῖς ἑορταῖς τοῦ Θεοῦ, ὡς ἐν ἄλλοις παρεθέμεθα, σάλπιγγες παραλαμβάνονται, καὶ