Ancient Greek · ~11 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.793
Not analysed yet
ταύτας ἀναληπτέον, ἵνα προτρεψώμεθα δι' αὐτῶν τοὺς καθαροὺς καὶ ἀληθεῖς Ἰσραηλίτας ἐπὶ τὸ ἑορτάζειν τὰς ἑορτὰς Κυρίου. Ἕκαστος οὖν ἡμῶν ἀκουέτω τοῦ· Ἐν σάλπιγγι ὕψωσον τὴν φωνήν σου· καί· Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ἀλλὰ μὴ ἔμπροσθεν ἡμῶν σαλπίσωμεν, ὡς οἱ ὑποκριταὶ ποιοῦσι· Μὴ σαλπίσῃς γὰρ, φησὶ, ἔμπροσθέν σου· ἀλλ' ἔμπροσθεν τοῦ Θεοῦ κατὰ τὸν πνευματικὸν αὐτοῦ νόμον ποιήσαντες ἑαυτοῖς τὰς λογικὰς ἐλατὰς ἀργυρᾶς σάλπιγγας ἐν ἕξει ἀποτελεστικῇ θείων φωνῶν καὶ λόγων πολεμεῖν καὶ ἑορτάζειν διδασκόντων, ἵνα οὕτω κρίνειν τὰ σύμπαντα δυνηθῶμεν. Καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα. Τάχα τοῦ ἐπὶ τοῖς ἁμαρτήμασι πένθους σύμβολον ἡ τοιαύτη λέξις. Ὥσπερ γὰρ εἰσὶν οἳ ποιοῦσι φαλάκρωμα ἐπὶ νεκρῷ, οὕτως οἱ αἰσχυνόμενοι ἐπὶ τοῖς ἰδίοις πταίσμασιν, ἀποθέμενοι τὸν κόσμον τῆς νοητῆς αὐτῶν κεφαλῆς, καὶ ξυράμενοι, φοροῦσιν ἐπ' αὐτῆς τὸ σημεῖον τοῦ πένθους. Τοῖς δὲ ἁγίοις οὐδὲν οἰκεῖον πρὸς ἐχθροὺς ἔχουσιν ἐνομοθέτησεν ὁ νόμος μὴ ποιεῖν φαλάκρωμα ἐπὶ νεκρῷ, ὅτι, φησὶν, ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου. Καὶ εἰσελεύσονται ἐπ' αὐτὰ ἀφυλάκτως. Νομιστέον μιαίνεσθαι τὰ Ἅγια ὑπὸ τῶν μιαινόντων τὴν ἐπισκοπὴν καὶ εἰσερχομένων ἀφυλάκτως ἐπὶ τὰ τοιαῦτα. Οἷον ἀφυλάκτως λεκτέον εἰσέρχεσθαι εἰς τὰ ἅγια τῆς ἐκκλησίας, εἰ μετὰ μίξιν ἀδιαφόρως τις ἔχων πρὸς τὴν ἐν αὐτῷ ἀκαθαρσίαν ἐπιδῴη ἑαυτὸν ἐπεύχεσθαι τῷ τῆς εὐχαριστίας ἄρτῳ. Βεβηλοῖ γὰρ ὁ τοιοῦτος τὰ ἅγια καὶ ποιεῖ φυρμόν. Οὐαὶ ἐπὶ οὐαί. Πρῶτον μὲν οὐαὶ ἐν τῷ βίῳ τούτῳ κατ' αὐτὸ τὸ εἶναι αὐτὸν μοχθηρὸν, καὶ ἀσεβεῖν, καὶ μὴ ἔχειν τὴν ἐπισκοπὴν τοῦ Θεοῦ· δεύτερον δὲ οὐαὶ κατὰ τὰς μετὰ τὸν βίον τοῦτον κολάσεις. Ἀγγελία δὲ ἐπὶ ἀγγελίαν ἔσται, ἴσως τὸ μετὰ τοὺς προφήτας πολλὰ περὶ τῆς αἰωνίου κολάσεως ἀπειλήσαντας εὐαγγελικὸν κήρυγμα τηλαυγῶς τὰ περὶ γεέννης καὶ τῶν ἄλλων ἀτελευτήτων βασάνων διεξιόν. Καὶ ζητηθήσεται ὅρασις. Ἐπὰν, ἐντυγχάνοντες τοῖς προφητικοῖς λόγοις καὶ τοῖς νομίμοις μυστηρίοις, μὴ βλέπωμεν τίνες αἱ τῶν προφητῶν ὁράσεις καὶ τί τοῦ νόμου τὸ βούλημα, τῷ καὶ τοὺς αὐχοῦντας τὴν τοῦ Θεοῦ ἱερωσύνην οὐ μόνον παρανομεῖν, ἀλλὰ καὶ ἀπολλύναι τὸν ἀληθῆ τοῦ νόμου νοῦν, τότε πληρωθήσεται τὸ Ζητηθήσεται ὅρασις ἐκ προφήτου. Ἀλλὰ φθάσαι δεῖ ἐπὶ τὸ εὑρεῖν τὴν ζητουμένην ὅρασιν ἐκ τοῦ προφήτου. Εἰ δὲ καὶ ἐξ ἱερέως ἀπώλετό ποτε νόμος, ζητεῖ πως εὑρεῖν διά τε τοῦ νοεῖν καὶ ποιεῖν ὁ ἱερεὺς τὸν νόμον, ἵνα καὶ ἄλλους χειραγωγήσῃ ἐπὶ τῇ τηρήσει αὐτοῦ. Καὶ ἐπὰν δὲ μὴ ἱκανοὶ συμβουλεύειν, μηδὲ ὑπὲρ τοῦ κοινοῦ τὰ δέοντα σκοπεῖν προκαθέζωνται, λεκτέον ὅτι ἀπώλετο βουλὴ ἐκ πρεσβυτέρων. Καὶ ὁ ἄρχων ἐνδύσεται ἀφανισμὸν, εἰ μὴ ἐνδύσεται τὸν Χριστὸν Ἰησοῦν καὶ τὸν θώρακα τῆς δικαιοσύνης καὶ τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Πᾶς γὰρ ἁμαρτάνων ἄρχων ἀφανισμὸν ἐνδύσεται· καὶ αἱ χεῖρες δὲ τοῦ λαοῦ ἐκλύονται, ὅταν ὑδαρὴς καὶ ἄτακτος καὶ ἐκλελυμένη ἔσται ἡ πολιτεία τοῦ