Ancient Greek · ~11 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.796
Not analysed yet
λαοῦ. Ἐπὰν δὲ τῇ ἰσχύϊ τοῦ Θεοῦ χρήσεται, τοῦ εἶναι λαὸς γῆς, καὶ γίνεται λαὸς οὐρανοῦ, ζητῶν τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ βουλὴ ἐκ πρεσβυτέρων. Οὐδὲ ἀνθρωπίνη βουλὴ ἔσται αὐτοῖς εἰς ὄνησιν, φησὶν, οὐδὲ ἕξουσί τι συμβούλευμα χρηστόν. Ὁ βασιλεὺς πενθήσει καὶ ὁ ἄρχων. Τὸ, Ὁ βασιλεὺς πενθήσει, συνήθως ἱστόρηται, τάχα διὰ τὸν Σωτῆρα οὐκ ἂν νομισθέντα πενθεῖν, οὐχ ἑρμηνευσάντων τῶν Ἑβδομήκοντα τὸ ῥητὸν, ἢ μὴ εὑρηκότων τότε ἐν τῷ Ἑβραϊκῷ τὴν λέξιν. Οὐδὲ ἄτοπον, σωζομένου καὶ τοῦ ῥητοῦ, πενθεῖν λέγειν καὶ τὸν βασιλέα, εἴγε ἔκλαυσεν ὁ Σωτὴρ ἐπὶ τὴν Ἱερουσαλήμ. Καὶ ἐν τοῖς κρίμασιν αὐτῶν ἐκδικήσω αὐτούς. Καὶ τοῖς κρίμασι τοῦ ἡμαρτηκότος κρίνει τὸν πταίσαντα ὁ Θεὸς, εἴπερ ἀληθὲς τὸ, Ὡς κρίνετε, κριθήσεσθε· καὶ τὸ, Ἐν ᾧ γὰρ κρίματι κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράττεις ὁ κρίνων. ΚΕΦ. Ηʹ. Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου. Ἔν τισι δὲ γέγραπται, Χεὶρ Κυρίου Κυρίου. Καί γε ἐν ἄλλοις εἰρήκαμεν, ὅτι πολλαχοῦ τὸ ἐκφωνούμενον ἐν τῇ Κύριος φωνῇ τὸ σεβάσμιον παρ' Ἑβραίοις ἐστὶν ὄνομα τοῦ Θεοῦ, ὅ τι περ οὐ ταχέως προφέρονται. Πλὴν ἔσθ' ὅτε τὸ κύριος τάσσεται καὶ ἐπὶ τῶν δούλων κυρίου. Ἔνθα οὖν κεῖται τὸ, Κύριος Κύριος, χρὴ εἰδέναι, ὅτι τὸ μὲν ἕτερον οἱονεὶ τὸ κύριον ὄνομα καὶ ἄῤῥητόν ἐστι τοῦ Θεοῦ· τὸ δὲ λοιπὸν τὸ, Κύριος, Ἑβραίοις Ἀδωναῒ, ἐπὶ τοῦ Κυρίου τάσσουσιν, ὁτὲ μὲν προφερόμενοι τὴν φωνὴν ἐπὶ τοῦ ἀῤῥήτου ὀνόματος, ὁτὲ δὲ οἱονεὶ ἐπὶ τοῦ Κυρίου τῶν δούλων. Τὸ οὖν Ἀδωναῒ Κύριος τῷ νοήσαντι τὰ εἰρημένα περὶ τοῦ ἀῤῥήτου ὀνόματος οὐδὲν διαφέρει τοῦ Κύριος, ὡς ἐκδεδώκαμεν. Καὶ ἀνέλαβέ με τῆς κορυφῆς μου. Πλειόνων οὐσῶν καὶ τῶν ἐσωτέρων πυλῶν, καὶ τῆς μὲν βλεπούσης πρὸς νότον, τῆς δὲ πρὸς ἀνατολὰς, καὶ ἄλλης πρὸς δυσμὰς, ἄγεται ἐπὶ τὴν βλέπουσαν πρὸς βοῤῥᾶν, ἵν' ἐκεῖθεν ἀναβλέψας ἴδῃ τὰ ἐπιφερόμενα κατὰ τῶν ἐν τῷ βορειοτικῷ τούτῳ κόσμῳ ἁμαρτανόντων. Εἰσὶ γὰρ καὶ ἄλλοι κόσμοι ἐν τῇ γῇ, ὡς δείκνυσι μὲν καὶ τὰ μαθήματα· φησὶ δὲ καὶ ὁ Κλήμης· Ὠκεανὸς ἀπέρατος ἀνθρώποις, καὶ οἱ μετ' αὐτὸν κόσμοι τοσαύταις διαταγαῖς τοῦ Δεσπότου διοικοῦνται. Καὶ ἐπεὶ πολλαὶ αἱ ἁμαρτίαι εἰσὶ τῶν ἐν τῷ προειρημένῳ πρὸς βοῤῥᾶν κόσμῳ, διὰ τοῦτο ἐστὶ πρὸς τοῖς προθύροις πύλης τῆς προτέρας τῆς βλεπούσης πρὸς βοῤῥᾶν στήλη τῆς εἰκόνος τοῦ ζήλου, ὃν ζηλοῖ ὁ λέγων· Ἐγὼ Θεὸς ζηλωτής. Καὶ διὰ τούτου γε ζήλου τοὺς διὰ τὴν κακίαν ἀπαλλοτριωτάτους ἰδιοποιεῖται κτώμενος αὐτούς. Παρὰ μὲν οὖν ἀνθρώποις οὐχ ὁ πρωτότυπός ἐστι ζῆλος, ἀλλ' εἰκὼν τοῦ ζήλου ἐνεργοῦσα ἢ οἰκονομοῦσα τὰς κολάσεις. Ἐν δὲ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ οὐκ ἔστιν εἰκὼν ζήλου, ἀλλ' αὐτόζηλος. Ἴδε τὰς ἀνομίας τὰς πονηρὰς ἃς αὐτοὶ ποιοῦ-