Ancient Greek · ~11 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.797
Not analysed yet
σι. Ποιοῦσιν εἴδωλα οἱ ἁμαρτάνοντες πρεσβύτεροι ἔνδον ἑαυτῶν κατασκευάζοντες διὰ μὲν τοῦ τῆς κακίας ἰοῦ πᾶσαν ὁμοίωσιν ἑρπετοῦ, διὰ δὲ τῆς ἀκολάστου ἐπιθυμίας πᾶσαν ὁμοίωσιν κτήνους. Εἰ δὲ καὶ ψευδοδοξήσαιεν περὶ τῶν θείων, μάταια βδελύγματα κατασκευάζουσι· πᾶν γὰρ τὸ περὶ τῶν θείων ψεῦδος, ἅτε ἀσεβὲς τυγχάνον, καὶ μάταιόν ἐστι βδέλυγμα. Εἰσὶ δέ τινες, τοὺς, ἵν' οὕτως εἴπω, τοίχους τοῦ οἴκου τῆς ψυχῆς ὅλους διαγεγραμμένους ἔχοντες πάσῃ ὁμοιώσει ἑρπετοῦ καὶ κτήνους, καὶ ματαίοις βδελύγμασι, καὶ τούτοις δουλεύοντες, καὶ ὡς θεοῖς θύοντες καὶ θυμιῶντες, ὥστε τὴν ἀτμίδα τοῦ θυμιάματος ἀναβαίνειν, τουτέστι τὸ περὶ αὐτῶν θαῦμα ὑψούμενον καὶ ἐπαιρόμενον ὑπ' αὐτῶν. Ἐγγράφουσι δὲ ταῦτα ταῖς διανοίαις αὐτῶν κύκλῳ, μηδένα κενὸν καταλείποντες κακῶν ἐν αὐτοῖς τόπον, ὡς δι' ὅλον εἶναι γεγραμμένον τοῖς κακοῖς, καὶ τὸν ἱερὸν τὸν ἑβδομάδος κύκλον μετατεθεικέναι ἀπὸ τῶν ἁγίων ἐπὶ τὰ εἴδωλα, ὥστε καὶ τὴν οἱονεὶ βεβαιότητα ἐν τοῖς χείροσιν αὐτοὺς ἀναλαβεῖν. Τοιοῦτον γάρ ἐστι τὸ, Καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραήλ. Ὅτε δὲ ἡ διάνοια τοῦ προφήτου ὁρᾷ τὰ ἐν τῷ οἴκῳ τῆς ἑκάστου τῶν ἁμαρτανόντων ψυχῆς, εἰσαγομένη ὑπὸ τοῦ πνεύματος, ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς βλέπει, καὶ ἔστι γε ὀπή τις καὶ ἴχνος ἐν τῷ λεγομένῳ τοίχῳ, δι' ἧς ἐπὶ πλεῖον ἐξεταζομένης καὶ τῷ ἐρευνῶντι λόγῳ ἐξορυττομένης, ὅλα δύναται βλέπειν ὁ ὑπὸ τοῦ θείου Πνεύματος πεφωτισμένος, βλέπων μετὰ τὴν ὀπὴν καὶ θύραν, δι' ἧς ἔστι τὸν αὐτὸν καὶ διεξελθεῖν τὸ νενοημένον. Φησὶ δὲ περὶ ταύτης τῆς θύρας ἐν τῇ Ἰωάννου Ἀποκαλύψει ὡς ἐν ἑκάστῳ τυγχανούσης καὶ ὁ Σωτήρ· Ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν, καὶ κρούω· ἐάν τις ἀνοίγῃ μοι, εἰσελεύσομαι πρὸς αὐτὸν, καὶ δειπνήσω μετ' αὐτοῦ. Διότι εἶπον· Ἐγκαταλέλοιπεν ὁ Κύριος. Οὐκ ἦν περί τινα ἕνα ποτὲ ἐναποτεταγμένον τόπον, ἀλλὰ περὶ τὸν ἑκάστου κοιτῶνα τὰ ἑωραμένα· καὶ κοιτῶνά γε τὸν κρυπτὸν, ἔθους ὄντος τῇ Γραφῇ τὰ κατὰ τὸ ἡγεμονικὸν καὶ κρυπτὸν καλεῖν, ἔσθ' ὅτε δὲ καὶ ταμιεῖον. Τοιοῦτον γάρ ἐστι τὸ, Εἴσελθε εἰς τὸ ταμιεῖόν σου· καὶ τό· Ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. Οὐ μακρὰν δὲ τούτων ἐστὶ καὶ ὁ λεγόμενος κρυπτὸς τῆς καρδίας ἄνθρωπος. Πιθανώτερον δέ ἐστι καὶ περὶ τούτου τοῦ κρυπτοῦ τοὺς ἁμαρτάνοντας ὑπονοεῖν, ὡς ὁρῶν οὐχ ὁρᾷ αὐτοὺς ὁ Κύριος. Δύναται δὲ τὸ, Ἐγκαταλέλοιπεν ὁ Κύριος τὴν γῆν, λέγεσθαι ὑπὸ τῶν νομιζόντων τὴν θείαν πρόνοιαν μὴ διήκειν καὶ ἐπὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ. Εἰσὶ γὰρ οἳ ἀπὸ τῶν οὐρανίων καὶ αἰθερίων οὐκ ἀφεῖλον τὴν Πρόνοιαν δυσωπηθέντες τὴν ἐν ἐκείνοις τάξιν· ἀπὸ δὲ τῆς γῆς περιεῖλον αὐτὴν καὶ [τὴν θείαν] δύναμιν, λέγοντες τὸ, Ἐγκαταλέλοιπε Κύριος τὴν γῆν. Θρηνοῦσαι τὸ Θαμμούζ. Τὸν λεγόμενον παρ' Ἕλλησιν Ἄδωνιν, Θαμμούζ φασι καλεῖσθαι παρ' Ἑβραίοις καὶ Σύροις. Ὡς οὖν ἐπὶ τῇ λέξει, ἑωρῶντο αἱ γυναῖκες ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου βλεπούσης πρὸς βοῤῥᾶν καθήμεναι καὶ κατά τι ἐθνι-