Ancient Greek · ~10 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.800
Not analysed yet
κὸν ἔθος τῶν ἔξω τῆς θεοσεβείας θυρῶν θρηνοῦσαι τὸν Θαμμούζ· δοκοῦσι γὰρ κατ' ἐνιαυτὸν τελετάς τινας ποιεῖν, πρῶτον μὲν ὅτι θρηνοῦσιν αὐτὸν ὡς τεθνηκότα· δεύτερον δὲ ὅτι χαίρουσιν ἐπ' αὐτῷ ὡς ἀπὸ νεκρῶν ἀναστάντι. Οἱ δὲ περὶ τὴν ἀναγωγὴν τῶν Ἑλληνικῶν μύθων δεινοὶ καὶ μυθικῆς νομιζομένης θεολογίας, φασὶ τὸν Ἄδωνιν σύμβολον εἶναι τῶν τῆς γῆς καρπῶν, θρηνουμένων μὲν ὅτε σπείρονται, ἀνισταμένων δὲ, καὶ διὰ τοῦτο χαίρειν ποιούντων τοὺς γεωργοὺς ὅτε φύονται. Ἡγοῦμαι τοίνυν σύμβολον εἶναι τὰς θρηνούσας τὸν Θαμμοὺζ τῶν τὰ τοῦ κόσμου νομιζόμενα ἀγαθὰ καὶ τοὺς σωματικοὺς καρποὺς ποθούντων, καὶ πέρα τῶν ὑλικῶν καὶ αἰσθητῶν μηδὲν ἐπισταμένων, λυπουμένων μὲν ἐπὶ τῇ τούτων στερήσει, ἡδομένων δὲ ἐπὶ τῇ παρουσίᾳ αὐτῶν καὶ τῇ τῶν τοιούτων κτήσει. Γυναικώδεις δὲ εἶναι τὰς ψυχὰς εὐλόγως ἂν πάντες οἱ τοιοῦτοι νομίζοιντο. Οὐ φείσεται ὁ ὀφθαλμός μου. Ἐξεταστέον τί τὸ, Οὐ φείσεται ὁ ὀφθαλμός μου. Οὐ γὰρ εἴρηται, Οὐ φείσομαι. Ἡγοῦμαι τοίνυν τὴν ἐνορατικὴν δύναμιν τοῦ Θεοῦ, οἱονεὶ ἀτενίζουσαν τοῖς τὸ νοητὸν ὑπό τινος πονηροῦ συνειδότος μεμολυσμένοις, κολάζειν αὐτούς· ἐπείπερ Ὁ Θεὸς ἡμῶν πῦρ ἐστι καταναλίσκον· καταναλίσκον δὲ δηλονότι τὰ κακίαν ὑποστάντα. Καὶ ὅτε ταῦτα ἐνεργεῖ, οὐ πεφεισμένως ἐνεργεῖ κατὰ τῶν χειρόνων, τῷ οὕτω μὴ φείδεσθαι τῶν οἷς συμβέβηκε τοιαῦτα. Οὐδὲ μὴ ἐλεήσω. Σημαίνει ἐνταῦθα, ὅτι ἔλεος ὁ ἐπὶ διαβόλου νοούμενος εἴρηται· ὅντινα ὡρίσαντο οἱ περὶ ταῦτα δεινοὶ λύπην εἶναι ἐπὶ τῇ τοῦ πλησίον δυσπραγία· καὶ φασὶ μὴ δεῖν ἰατρὸν ἢ δικαστὴν τοῦτον τὸν ἔλεον ἐλεεῖν, μήποτε, συγχυθέντες ὑπὸ τῆς ἐπὶ τὸ οὕτως ἐλεεῖν ἐναγούσης λύπης, ἐμποδισθῶσιν ἀποδοῦναι τὸ ἰατρικὸν ἢ τὸ δικαστικὸν συμφερόντως τῷ θεραπευομένῳ ἢ τῷ δικαζομένῳ ἔργον. ΚΕΦ. Θʹ. Καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ. Ἀντὶ μέν γε τοῦ ζώνην σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ, κάστω γραμματέως Ἀκύλας καὶ Θεοδοτίων παρατεθείκασι, τὴν Ἑβραϊκὴν, ὡς οἶμαι, λέξιν τηρήσαντες· οὐδὲ γὰρ ἡγοῦμαι παρ' Ἕλλησι σημαίνεσθαι διὰ τῆς κάστω φωνῆς πινακίδιον γραφέως ἔχειν ἐπὶ τῆς ὀσφύος αὐτοῦ. Τῶν δὲ Ἑβραίων τις ἔλεγε, τὸ καλούμενον καλαμάριον, τουτέστι κάστω. Καὶ δὸς σημεῖον. Οἱ μὲν Ἑβδομήκοντα τῷ ἐνδεδυμένῳ φασὶ τὸν ποδήρη προστετάχθαι ὑπὸ τῆς δόξης τοῦ Κυρίου, σημεῖον δοῦναι ἐπὶ τὰ μέτωπα τῶν καταστεναζόντων καὶ ὀδυνωμένων· ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων φασί· Σημείωσις τοῦ Θαῦ ἐπὶ τὰ μέτωπα τῶν στεναζόντων καὶ τῶν κατοδυνωμένων. Πυνθανομένων δὲ τῶν Ἑβραίων εἴ τι πάτριον περὶ τοῦ Θαῦ ἔχοιεν λέγειν μάθημα, ταῦτα ἠκούσαμεν· τινὸς μὲν φάσκοντος, ὅτι τὸ Θαῦ ἐν τοῖς παρ' Ἑβραίοις κβʹ στοιχείοις ἐστὶ τὸ τελευταῖον ὡς πρὸς τὴν παρ' αὐτοῖς τάξιν γραμμάτων. Τὸ τελευταῖον οὖν εἴληπται στοιχεῖον εἰς παράστασιν τῆς τε-