Ancient Greek · ~10 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.801
Not analysed yet
λειότητος τῶν διὰ τὴν ἐν αὐτοῖς ἀρετὴν στεναζόντων καὶ ὀδυνωμένων ἐπὶ τοῖς ἁμαρτανομένοις ἐν τῷ λαῷ, καὶ συμπασχόντων τοῖς παρανομοῦσι. Δεύτερος δὲ ἔλεγε σύμβολον εἶναι τὸ Θαῦ τῶν τὸν νόμον τετηρηκότων· ἐπείπερ ὁ νόμος παρ' Ἑβραίοις Θωρὰ καλεῖται, καὶ τὸ πρῶτον αὐτοῦ στοιχεῖόν ἐστι τὸ Θαῦ· καὶ σύμβολον εἶναι τῶν κατὰ τὸν νόμον βεβιωκότων. Τρίτος δέ τις φάσκων, τῶν καὶ εἰς τὸν Χριστὸν πεπιστευκότων, ἔλεγε τὰ ἀρχαῖα στοιχεῖα ἐμφερὲς ἔχειν τὸ Θαῦ τῷ τοῦ σταυροῦ χαρακτῆρι, καὶ προφητεύεσθαι περὶ τοῦ γενομένου ἐν Χριστιανοῖς ἐπὶ τοῦ μετώπου σημείου· ὅπερ ποιοῦσιν οἱ πεπιστευκότες πάντες οὑτινοσοῦν προκαταρχόμενοι πράγματος, καὶ μάλιστα ἢ εὐχῶν ἢ ἁγίων ἀναγνωσμάτων. Ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν. Ἀντὶ τοῦ λαῶν, αἱμάτων οἱ λοιποὶ πεποιήκασι· καὶ ἔστι παρ' αὐτοῖς σαφὲς, πάντων τῶν πρὸς θάνατον ἁμαρτανόντων πληρουμένων αἱμάτων, διὰ τοῦ πλήθους τῶν πρὸς θάνατον ἁμαρτανόντων. Καὶ ἐὰν δὲ ᾖ τὸ παρὰ τοῖς Ἑβδομήκοντα, ὅτι ἐπλήσθη ἡ γῆ λαῶν, ἐρεῖ τὰ πολλὰ καὶ ἀλλόφυλα καὶ ξένα τῆς θεότητος ἐγγινόμενα ἡμῖν δόγματα εἶναι, οὐ λαὸν, ἀλλὰ πολλοὺς ἀσυμφώνους λαούς. Μήποτε δὲ ἁμαρτήματά ἐστι, τὸ τὴν γῆν δέον πεπληρῶσθαι καρπῶν, ἑτέραν οὖσαν παρὰ τὴν πόλιν, τούτων μὲν εἶναι κενὴν, ἔχειν δὲ τοὺς καταλείποντας τὴν πόλιν λαὸν ἢ καὶ τὰς πόλεις. Μεμεγάλυνται δὲ σφοδρότερον ἡ ἀδικία ἔθνους Ἰσραὴλ καὶ Ἰούδα τῷ καὶ τὴν πόλιν πεπληρῶσθαι ἀδικίας καὶ ἀκαθαρσίας. Ἔχομεν δὲ ἐν ἑαυτοῖς καὶ γῆν ἣν χρὴ γεωργεῖν, καὶ πόλιν ἣν δεῖ οἰκοδομεῖν, εἴπερ ἐσμὲν Θεοῦ γεωργία, Θεοῦ οἰκοδομή. Ὧν δὲ οὐκ ἐπιμέλεται, ἀλλὰ μόνον ἔχει λαοὺς καὶ ἀδικίαν, τούτων ἡ ἀδικία μεμεγάλυνται σφόδρα μόνον· ὧν δὲ οὔπω μεμεγάλυνται, ἄλλο δέει ἐπὶ τὸ μεγαλύνεσθαι· ὁμοίως καὶ ἐπὶ τῆς ἀκαθαρσίας. Πλὴν αἰτία τοῦ ταῦτα γεγονέναι ἐστὶ τὸ ὑπολαμβάνειν, ὅτι οὐ φθάνει ἡ Πρόνοια ἐπὶ τὰ ἐν τῇ γῇ. Εἶπε γὰρ, Ἐγκαταλέλοιπε Κύριος τὴν γῆν· οὐκ ἐφορᾷ ὁ Κύριος. ΚΕΦ. Ιʹ. Ὁμοίωμα θρόνου ἐπ' αὐτῶν. Οὐ θρόνον δὲ, ἀλλ' ὁμοίωμα θρόνου ὁρᾷ ὁ προφήτης· ὥσπερ καὶ ἐν τοῖς ἀνωτέρω φησὶν οὐ τὴν δόξαν Κυρίου ὁρᾷν, ἀλλ' ὁμοίωμα δόξης Κυρίου, λέγων· Αὕτη ἡ ὅρασις ὁμοίωμα τῆς δόξης Κυρίου. Καὶ οὐ θαυμαστὸν εἰ οἱ μηδέπω προσώπῳ πρὸς πρόσωπον τὰ πράγματα κατανοεῖν δυνάμενοι πάντων ἐκείνων ὁμοιώματα βλέπουσιν, ὅτε ἀξιοῦνται τοῦ θεωρεῖν. Νομίζω δὲ, ὅτι καὶ ἐνύπνια περὶ τῶν βασιλειῶν μέχρι τῆς συντελείας καὶ τῆς ἀναστάσεως βλέπων Δανιὴλ ἐν φαντασίᾳ ἐγίνετο δεικνυμένων ὁμοιωμάτων αὐτῷ. Οὕτω κατὰ ὕπαρ τις βλέπων, τυπουμένου αὐτῷ τοῦ ἡγεμονικοῦ ἀπὸ τοῦ προφητικοῦ Πνεύματος, ὁμοιώματά τινα φαντάζεται, συμβολικὰ τῶν ἀληθινῶν· μὴ συγχωρούσης τῆς ἀνακεκραμένης πάχει καὶ γεώδει σώματι ψυχῆς τρανέστερον καὶ σαφέστερόν τι θεωρῆ-