Ancient Greek · ~10 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.804
Not analysed yet
σαι. Σημειωτέον δὲ νῦν, ὅτι ὁ ἀνὴρ οὐκ ἀνενδέδυτο ποδήρη, ἀλλὰ στολήν. Ἐπειδὴ γὰρ ἔμελλεν ἀκούειν, Εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν ὑποκάτω τῶν χερουβὶμ, καὶ πλῆσον τὰς χεῖράς σου ἀνθράκων πυρὸς, ἔδει αὐτὸν ἱλαρώτερον ἀμφιέννυσθαι, καθαίρειν μέλλοντα τὴν, καθὼς εἶπεν ἐν τοῖς πρὸ τούτου, πεπληρωμένην πόλιν ἀνδρῶν. ΚΕΦ. ΙΑʹ. Οἱ λέγοντες· Οὐχὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι. Ὁ νοῦς τοῦ προκειμένου τοιοῦτός ἐστιν· Οὗτοι, φησὶ, λέγουσι, νεωστὶ ὁρῶντες ἀπὸ τῆς προγενομένης αἰχμαλωσίας οἰκοδομηθεῖσαν τὴν πόλιν, ὅτι, εἰ καὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι, ἀλλ' ἡ πόλις αὕτη ἔοικε λέβητι πεπληρωμένῳ νεκρῶν περιεχομένων ὑπ' αὐτοῦ. Τῶν δὲ ἐν τῷ λέβητι κρεῶν λόγον ἐπέχομεν ἡμεῖς, τοῦ τῶν Βαβυλωνίων πυρὸς περικειμένου ἡμῖν, ὡς μὴ δύνασθαι ἡμᾶς φυγεῖν ἀπὸ τῆς φλογὸς τοῦ τῶν πολεμίων πυρός. Ἀλλ' οὐκ ἀληθές ἐστι, φησὶν, ὃ εἰρήκατε. Ὅτι μεγάλη γὰρ ἡ πόλις ἐστὶν ὁ λέβης ἠληθεύσατε· οὐχὶ δὲ καὶ ὅτι ὑμεῖς τὸ ἐν μέσῳ αὐτῆς κρέα· οἱ γὰρ νεκροὶ οὓς ἐν μέσῳ αὐτῆς ἐπατάξατε, οὗτοί εἰσι τὰ κρέα· ἡ δὲ πόλις ὁ λέβης. Ὑμεῖς δὲ οὐ μενεῖτε ἐν τῇ πόλει· ἐξώσω γὰρ ὑμᾶς. Οὐκοῦν ἡ πόλις εἰ ἄλλοις ἐστὶν εἰς λέβητα, ἀλλ' οὐχ ὑμῖν· καὶ εἰ ἔσονταί τινες ἐν μέσῳ αὐτῆς εἰς κρέα, ἀλλ' οὐχ ὑμεῖς. Κρινῶ γὰρ ὑμᾶς, πρὸς αὐτοῖς τοῖς ἄκροις γενομένους τῶν τοῦ Ἰσραὴλ ὀρέων· τοσαῦτά μου ἐπάγοντος ὑμῖν, ὅπως καὶ ὕστερον ἐπιγνῶτε, ὅτι ἐγώ εἰμι Κύριος. ΚΕΦ. ΙΓʹ. Προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραήλ. Προφῆταί εἰσιν οἱ καλῶς διακονοῦντες τῷ λόγῳ τῆς διδασκαλίας, καὶ προφητεύοντες τὰ τοῦ Θεοῦ. Καὶ ἐρεῖς τοῖς προφήταις τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν. Ψευδοπροφῆταί εἰσιν οἱ χρηματίζοντες τὰ ἀπὸ τῆς ἀδοκίμου καρδίας αὐτῶν, καὶ ὅσα ἡ ἐναντία δύναμις ὑπαγορεύει. Τοῦ αὐτοῦ. Ὅσα περὶ προφητῶν ἱστόρηται ἢ ψευδοπροφητῶν, λαμβάνονται εἰς πάντας διδασκάλους καὶ ψευδοδιδασκάλους, ὁρατοὺς καὶ ἀοράτους. Τοῦ αὐτοῦ. Ὁ ἀπὸ καρδίας λαλῶν ἔξω τοῦ θείου Πνεύματός ἐστι ψευδοπροφήτης. Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν. Ὁ πορευόμενος ὀπίσω τοῦ πνεύματος αὐτοῦ τοῖς θελήμασι τῆς ψυχῆς ἀκολουθεῖ· ὁ πορευόμενος ὀπίσω τοῦ ἁγίου Πνεύματος, ὀπίσω Κυρίου τοῦ Θεοῦ, ποιῶν αὐτοῦ τὰ θελήματα. Τοῦ αὐτοῦ. Τοῖς πορευομένοις ὀπίσω τοῦ πνεύματος αὐτῶν ὁ Ἀπόστολος λέγει· Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι τῷ νοΐ. Καὶ ζητήσεις εἰ ἓν τὰ ἀμφότερα, ἢ οὔ· καὶ τί ταῦτα. Οἱ προφῆταί σου, Ἰσραὴλ, ὡς ἀλώπεκες. Τοῦτο τὸ γένος, μᾶλλον δὲ τὸ ζῶον, πανοῦργόν ἐστι καὶ θηριῶδες καὶ ἄγριον· καὶ οὐ μόνον εἰς τὸν κακὸν καὶ πανοῦργον καὶ ὕπουλον ἄνθρωπον λαμβάνεται, ἀλλὰ καὶ εἰς ὅμοια πνεύματα. Καὶ οὗτοι γὰρ ἐνεργοῦσι τὰ