Ancient Greek · ~9 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.805
Not analysed yet
ἴδια εἰς τὴν ἔρημον ἀπὸ Θεοῦ ψυχὴν καὶ τῆς δικαιοσύνης αὐτοῦ. Ζήτει δὲ καὶ τὴν πρᾶξιν τοῦ ζώου. Οὐκ ἔστησαν ἐν στερεώματι. Τὸ ἀβέβαιον καὶ ψεῦδος καὶ ἀδύναμον ᾐνίξατο ἐν τούτῳ. Καὶ συνήγαγον τὰ ποίμνια. Τοὺς αἱρετικοὺς ἐπὶ τὴν Ἐκκλησίαν· τὰ κτηνώδη δόγματα ἐπὶ τὴν ἀλήθειαν. Οὐκ ἀνέστησαν ἐν πολέμῳ. Οὐκ ἀνέστησαν σὺν Χριστῷ, διότι οὐ συνετάφησαν αὐτῷ οἱ λέγοντες καὶ βλέποντες ἡμέραν Κυρίου ψευδῆ. Οὐχὶ ὅρασιν ψευδῆ ἑωράκατε; Ὅρασις ψευδής ἐστι τὰ κατὰ ψεῦδος νοούμενα δόγματα. Ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται. Διάφοροι παρὰ Κυρίου αἱ παιδεῖαι. Ἔστι παιδεία ἡ λεγομένη ἐν κρίσει, καὶ ἔστι παιδεία ἡ λεγομένη ἐν θυμῷ. Οὐδὲ ἐν γραφῇ οἴκου Ἰσραὴλ ἔσονται, Ἐξαλειφθήσονται γὰρ ἐκ βίβλου ζώντων. Καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται. Ἐν τῇ μελλούσῃ ἡμέρᾳ δηλονότι. Διὰ τοῦτο ψευδῆ οὐ μὴ εἰδῆτε. Τουτέστιν, Οὐ μὴ συγχωρήσω εὐοδωθῆναι ὑμᾶς, ἵνα τὸ ἑξῆς πληρωθῇ. ΚΕΦ. ΙΔʹ. Εἰ ἀποκρινόμενος ἀποκριθῶ αὐτοῖς. Εἰ ἀποκρινόμενος ἀποκριθήσομαι αὐτοῖς, κρίσιν ἐξ ὑμῶν· ἤτοι ἐκ τοῦ προφήτου λαμβάνει ὁ Θεός· ἢ δῆλόν φησιν ἀποκρίνεσθαι αὐτοῖς τοῖς τοιούτοις· ὅθεν ὑπερνικῶν τὴν κρίσιν, ἐπαγγέλλεται ἀποκρίνεσθαι ὡς ἐλεήμων. Ὃς ἂν θῇ τὰ διανοήματα αὐτοῦ. Ἐν τούτοις διδάσκει πῶς δεῖ ἑκάστῳ ἀποκρίνεσθαι τὰ προσφόρως συναρμοστέα, καὶ μὴ ὡς ἔτυχε· καὶ ὅτι αὐτὸς Κύριός ἐστιν ὁ ἀποκρινόμενος διὰ τοῦ προφήτου. Ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν αὐτοῖς, ἐν οἷς ἐνέχεται ἡ Διάνοια αὐτοῦ. Τουτέστιν, ἀκολουθεῖ, τέρπεται, κεκόλληται. Διὰ δὲ ταῦτα τοιαῦτα, ἅτινα παρέχει πρόφασιν τοῖς χαύνοις καὶ ἐκλελυμένοις τῇ καρδίᾳ πλαγιάζειν ἀπὸ Θεοῦ. Ἀλλ' ὅμως εἰ καὶ τοιοῦτοί εἰσι, καὶ τοιούτοις ἔχεται αὐτῶν ἡ καρδία· ἐπειδὴ δὲ ἤθελον πυθέσθαι παρὰ Κυρίου, ἀποκρίνεται αὐτοῖς διὰ τοῦ προφήτου, ὡς χρῄζουσιν ἐπιστροφῆς, λέγων· Ἐπιστρέψατε καὶ ἀποστρέψατε, καὶ τὰ ἑξῆς. Γῆ, ἣ ἐὰν ἁμάρτῃ. Ἔθος τῇ θείᾳ Γραφῇ πολλάκις ὀνομάζειν τὸ οἴκημα ἤτοι τὴν κατάστασιν εἰς πρόσωπον τῶν οἰκούντων· καὶ πάλιν τοὺς οἰκοῦντας εἰς πρόσωπον τοῦ οἰκήματος. Ἐὰν οὖν γῆ ἁμάρτῃ, τοὺς γηΐνους διὰ τῆς γῆς ὠνόμασε· δι' ἣν αἰτίαν ἐξολοθρευθήσεται ἐξ αὐτῆς ἄνθρωπος καὶ κτῆνος. Καὶ ἄλλως ἡ γηΐνη ἕξις ἐὰν ἁμάρτῃ (πέφυκε γὰρ αὕτη ἁμαρτεῖν), ἐξολοθρευθήσεται ἐξ αὐτῆς ἄνθρωπος καὶ κτῆνος· ὁ κτηνώδης ἄνθρωπος καὶ ὁ λογικώτερος ἄνθρωπος. Οὐ γὰρ ἔστιν εἰπεῖν τὴν γῆν ταύτην ἣν πατοῦμεν εἶναι λογικὴν, καὶ αὐτὴν ἁμαρτάνειν, ὥς τινες ἐφαντάσθησαν. Εἰ γὰρ τοῦτο δώσο-