Ancient Greek · ~11 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.808
Not analysed yet
μεν, ὥρα τὰ πάντα λέγειν ἔμψυχα, καὶ συνηγορεῖν τοῖς τὰς μετεμψυχώσεις εἰσάγουσι. Καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου. Ἀντὶ τοῦ· Κατὰ τὴν ἀδικίαν τιμωρηθήσονται. Τοῦ αὐτοῦ. Ἡ γῆ ἡμῶν ἡ ἁμαρτάνουσα, ὁ ἔξω ἄνθρωπος κολάζεται τῷ αἰσθητῷ λιμῷ· καὶ ὁ ἔσω ἄνθρωπος κολάζεται τῷ νοητῷ λιμῷ, τῇ στερήσει τοῦ πνευματικοῦ ἄρτου. Ἀγωνίαν ὑπομένει καὶ ὁ ἔξω, καὶ ὁ ἔσω· καὶ ὅσα ὑπομένει ὁ ἔξω κατὰ τὸ αἰσθητὸν, τοσαῦτα ὑπομένει καὶ ὁ ἔσω κατὰ τὸ νοητόν. Τοῦ αὐτοῦ. Λέγεται καὶ ἡ ἑκάστου ἡμῶν ψυχὴ γῆ· ἡ μὲν παράδεισον γῆ ἔχουσα, ἡ δὲ ἀκάνθας· ἡ δὲ καλὴ λέγεται, ἡ δὲ πονηρά. Καὶ ταῦτα δηλοῖ ἡ παραβολὴ τοῦ Κυρίου. Καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε, Ἰὼβ, Δανιήλ. Πρόσωπά ἐστι τῶν ἁγίων τούτων λαμβανόμενα, πᾶς ὃς ἐὰν μὴ φθείρῃ τὸν βίον ἑαυτοῦ ἐπὶ γῆς, οὐ ποιούμενος ὅλος τῇ σαρκὶ διὰ τοῦ ποιεῖν αὐτὸν τὸ φρόνημα τῆς σαρκὸς, ὥστε χρηματίσαι αὐτὸν ὅλον σάρκα, ἀλλὰ φαινόμενος ὡς φωστὴρ ἐν κόσμῳ, ἐπέχων λόγον ζωῆς ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ὥστε χρηματίσαι πρὸς αὐτὸν τὸν Θεὸν, ὅτι, Σὲ εἶδον δίκαιον μόνον ἐν τῇ γενεᾷ ταύτῃ. Πᾶς οὖν ὁ τοιοῦτος Νῶέ ἐστι, καὶ τὰ ἱστορούμενα ἐπ' ἐκείνου ἀνάγεται καὶ ἐπὶ τοῦτον· τῇ γὰρ καταστάσει γεγόνασιν ἴσοι ἀμφότεροι, ὥστε χρηματίσαι αὐτοὺς Νῶε. Τοῦ αὐτοῦ. Πᾶς ὃς ἐὰν θῇ ἐπὶ τῇ καρδίᾳ αὐτοῦ μὴ μιανθῆναι ἐν τοῖς βρώμασι καὶ τοῖς πόμασι τοῦ νοητοῦ Ναβουχοδονόσορ, ἀλλὰ κακῶσαι τὴν ψυχὴν αὐτοῦ νηστείαις ἐν τῇ Βαβυλῶνι ταύτῃ διὰ τὴν γνῶσιν τῆς ἀληθείας, ὁ τοιοῦτος Δανιήλ ἐστι, καὶ τὰ ἱστορούμενα ἐπ' ἐκείνου ἁρμόσει καὶ ἐπὶ τούτῳ λέγεσθαι· μία γὰρ κατάστασις, καὶ τῆς αὐτῆς ἕξεως οἱ ἀμφότεροι, ὡς καλεῖσθαι αὐτοὺς Δανιήλ. Τοῦ αὐτοῦ. Πᾶς ὃς ἐὰν ᾖ ἄμεμπτος ἐν βίῳ, ἀληθινὸς ἐν θεοσεβείᾳ, ὥστε ἀπέχεσθαι αὐτὸν ἀπὸ κακοῦ παντὸς, ὥστε παραζηλοῦσθαι ἐπ' αὐτῷ τὸν διάβολον, καὶ πάντα γενικὸν πειρασμὸν ἐπαγαγεῖν αὐτῷ ἐν πειρασμοῖς, καὶ οὐκ ὀκλάσῃ ἕως λόγου χειλέων· ὁ τοιοῦτος Ἰώβ ἐστι, καὶ τὰ ἱστορούμενα ἐπ' ἐκείνῳ ἁρμόσει καὶ ἐπὶ τούτῳ. Ἀμφότεροι γὰρ ἴσοι ἐν μιᾷ ἕξει ἐν Κυρίῳ, καὶ Ἰὼβ κληθήσονται ἀμφότεροι. Εἰ υἱοὶ καὶ θυγατέρες σωθήσονται. Υἱοὺς ἔχει ὁ Δανιὴλ κατὰ τὴν αὐτὴν πνευματικὴν γενεὰν, οὓς ἐγέννησεν ἡ προφητεία αὐτοῦ· υἱοὺς γὰρ σαρκικοὺς οὐκ ἔσχεν· εὐνοῦχος γὰρ ἦν, ὥς φασι. Καὶ δῆλον· ὑπὸ τούτων γὰρ παρεδόθη τῷ ἀρχιευνούχῳ. Ἐὰν οὖν οἱ τρεῖς οὗτοι ἄνδρες, Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ, εὑρεθῶσιν ἐν τῇ ἁμαρτούσῃ γῇ, οὗτοι ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται· ὡσεὶ ἔλεγε· Καὶ ἐὰν εὑρεθῶσιν ὡς Νῶε, καὶ Ἰὼβ, καὶ Δανιήλ. Ἐὰν υἱοὶ καὶ θυγατέρες ὑπολειφθῶσιν. Ἀντὶ τοῦ, οὐχ ὑπολειφθήσονται. Αὐτοὶ μόνοι Νῶε, καὶ Δανιὴλ, καὶ Ἰὼβ ἐν τῇ δικαιοσύνῃ αὐτῶν ῥύσονται τὰς ψυχὰς αὐτῶν, τὰς ἰδίας δηλονότι· ἔστι γὰρ καὶ