Ancient Greek · ~9 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.809
Not analysed yet
ἀλλαχοῦ τῆς θεοπνεύστου Γραφῆς τοιοῦτον εἶδος φράσεως, ἄρνησιν ἔχον πρόδηλον, ὡς τὸ εἰρημένον τῷ Ἠλίᾳ πρὸς τὸν Ἀχαάβ· Ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ, ᾧπέρ ἐσμεν ἐνώπιον αὐτοῦ, εἰ ἐπὶ τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς ἀνὰ πᾶσαν γῆν ἔσται. Οὕτω καὶ ὁ Κύριος ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ, ὅτι, Ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον· τουτέστιν οὐ δοθήσεται. Καὶ τὸ ἐν Ψαλμοῖς εἰρημένον τούτοις ὅμοιον· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσιν. Ἀντὶ γὰρ τοῦ, οὐκ εἰσελεύσονται, εἴρηται. Οὗτοι ἐξάγουσιν υἱοὺς καὶ θυγατέρας. Τοῦτο κατὰ ἐρώτησιν ἀναγνωστέον· Εἰ ἐκείνοις, φησὶ, μίαν ἐκδίκησιν ἠπειλημμένοις οὐκ ἀρκήσουσι Νῶε καὶ Δανιὴλ καὶ Ἰὼβ, οὗτοι δυνήσονται, τῶν τεσσάρων ἐκδικήσεων ἐπαγομένων, ἐξαγαγεῖν τοῦ ὀλέθρου υἱοὺς αὐτῶν καὶ θυγατέρας; Ἰδοὺ αὐτοὶ ἐκπορεύσονται πρὸς ὑμᾶς τοὺς προαιχμαλωτισθέντας, καὶ τῇ παραθέσει τῶν ἐπελθόντων αὐτοῖς κακῶν ὑμεῖς παρακληθήσεσθε ἥττονα πολλὰ παθόντες. ΚΕΦ. ΙΕʹ. Τῶν ὄντων ἐν τοῖς ξύλοις δρυμοῦ. Ξύλα δρυμοῦ κἀκεῖ τὰ ἄγρια νοητέον, πεύκην, καὶ τὰ ὅμοια. Συγκρῖναι δὲ βούλεται διὰ τούτου πρὸς τὰ λοιπὰ ἔθνη τὸν Ἰσραὴλ, ὡς ἄμπελον γεωργίας ἀπολαύσαντα νόμου, ἱερέων καὶ προφητῶν ἐπαγγελίας, καὶ ναοῦ ἁγίου, καὶ πολλῶν τῶν θαυμάτων, αὐτομάτου πυρὸς ἀναλίσκοντος τὰς θυσίας, φωνῆς φερομένης ἀπὸ τοῦ ἱλαστηρίου τῶν χερουβὶμ, καὶ ἑτέρων ὁμοίων. Ἐκ τοῦ πυρὸς ἐξελεύσονται. Ἐκ τῆς αἰχμαλωσίας τοῦ Ναβουχοδονόσορ ὅταν ἀνακληθῶσι, λήψεται αὐτοὺς ἑτέρα ἡ Οὐεσπασιανοῦ, ἤγουν διὰ Τίτου. Τὴν συνέχειαν τῶν συμφορῶν μηνύει. ΚΕΦ. Ιϛʹ. Καὶ οὐκ ἔδησαν τοὺς μαστούς σου. Ὁ ἐν πρώτῃ θεωρίᾳ γενόμενος οὐκ ἔξω τῆς σοφίας θηλάζει, ἀλλ' ἔνδον ἐξ αὐτῆς τρέφεται. Καλῶς οὖν εἶπόν τινες δύο μαστοὺς τὰς δύο Διαθήκας, ἀφ' ὧν θηλάζουσι τὰ νήπια· καὶ οἱ θηλάζοντες οὗτοί εἰσιν, ἀφ' ὧν κατηρτίσατο Κύριος αἶνον, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. Οὐδὲ ἐφείσατο ὁ ὀφθαλμός σου. Τουτέστιν, οὐ συνεπάθησας ἑαυτῇ, φεισαμένη τοῦ ποιῆσαι κἂν ἓν τῶν προλεχθέντων, ἵνα κἀμὲ κινήσῃς εἰς συμπάθειαν. Καὶ διῆλθον καὶ διὰ σοῦ. Ὁ Θεὸς ἀπαθής ἐστιν, ὡς καὶ ἄτρεπτος, καὶ ἄκτιστος. Ποικίλαι δὲ αὐτοῦ αἱ πρόνοιαι κατὰ τὴν ποικιλίαν τῶν οἰκονομουμένων· πάντων γάρ ἐστι ποιητής· ὥς τινας μὲν εἶναι οἰκονομίας θυμοειδεῖς, τὰς δὲ ζηλοτυποειδεῖς· ὁμοίως δὲ καὶ τοῖς πνευματικοῖς δούλοις εἶναι οἰκονομίας χάριτος, καὶ δόξης, καὶ ἀγαλλιάσεως, ἐκ τοῦ ἑνὸς καὶ ἀτρέπτου, καὶ ἀπαθοῦς καὶ παντοδυνάμου Θεοῦ.