Ancient Greek · ~10 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.812
Not analysed yet
Τοῦ αὐτοῦ. Συμπάσχει ὁ Θεὸς τῷ ἐλεῆσαι· οὐ γὰρ ἄσπλαγχνος ὁ Θεός. Καὶ ἔλουσά σε ἐν ὕδατι. Τῷ λουτρῷ καὶ τῇ χάριτι τοῦ ἁγίου Πνεύματος, καὶ τῷ ἁγιοποιῷ λόγῳ. Καὶ ἔχρισά σε ἐν ἐλαίῳ. Χρίσμα ἐστὶν ἐνοίκησις τοῦ ἁγίου Πνεύματος ἐν γνώσει τῆς ἀληθείας. Καὶ ἐνέδυσά σε ποικίλα. Ἔνδυμά ἐστι ποικίλον ἡ ἐκ τῶν ποικίλων ἀρετῶν κοσμουμένη ἕξις, ἐκ δογμάτων ἀληθείας καὶ πράξεως εὐσεβοῦς. Καὶ ὑπέδυσά σε ὑάκινθον. Ὑάκινθον καθαρὸν τὴν κίνησιν ἐκόσμησεν, ἀποδύσας ἐξ αὐτῆς τὴν ἐπεισαχθεῖσαν νεκρότητα. Ἔστι δὲ καὶ τοῦ παντὸς βίου σύμβολον. Τοῦ αὐτοῦ. Δύναται δέ τις καὶ ἐπὶ ψυχῆς αὐτὰ ἁρμόσαι, ὑπόδημα λέγων τὸ ἀπαραπόδιστον τῶν ἔργων· τὴν δὲ ζώνην, τὸ ἀσφαλίζεσθαι τῆς διανοίας τὰ βουλεύματα· περιβόλαιον δὲ, τὸ κάτω νεύοντα ἐπὶ τῆς ἀληθείας ἑστηκέναι· τὰ δὲ ψέλλια, τὸ μή τι τῶν ἀτόπων πράττειν· κάθεμα δὲ, τὴν ἐπὶ τῷ καλῷ παῤῥησίαν· τροχίσκους δὲ, τὴν περὶ τὸν νόμον εὐπείθειαν· στέφανον δὲ καυχήσεως, τὴν τοῦ Θεοῦ ἐπαγγελίαν, ἣν τοῖς κατορθοῦσιν ἀφώρισεν. Καὶ ἔζωσά σε βύσσῳ. Σύμβολον τῆς ἀληθείας ἡ βύσσος πάντως καὶ τῆς ἀληθοῦς σωφροσύνης· ἀντὶ τοῦ, ᾨκείωσά σε, καθάπερ τινὰ γυναῖκα εὐτελῆ ἀσχημόνως ἄζωστον περιάγειν. Τοῦ αὐτοῦ. Περιβόλαιον δὲ κἀκεῖ τὸ ἡμιφόριον. Τρίχαπτον δὲ κἀκεῖ τὸ ἀπὸ χρυσοῦ κατεσκευασμένον. Τοῦ αὐτοῦ. Δίδωσιν ὁ Θεὸς ψέλλια ἐπὶ τὰς χεῖρας τῆς ψυχῆς, ἀφορμὰς τῶν ἀγαθῶν πράξεων, ὡς καὶ αὐτὰς τὰς πράξεις τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος. Σύμβολον γὰρ πράξεως τὰ ψέλλια. Τοῦ αὐτοῦ. Ἐνώτιόν ἐστι περὶ τὸν μυκτῆρα, ἡ εὐωδεστάτη τῶν μυστηρίων ἀληθὴς γνῶσις. Τοῦ αὐτοῦ. Τροχίσκοι δὲ περὶ τὸ οὖς, οἷον ἐνώτιον μέγα χρυσοῦν, τὰ θεῖα λόγια, ἐξ ὧν ὁ νοῦς συγκροτεῖ ἑαυτῷ τὴν τῆς ἀληθείας γνῶσιν. Τοῦ αὐτοῦ. Στέφανος καυχήσεώς ἐστι τὸ ἀνεπίληπτον ἔργον, δόγμασιν ἀληθείας τετελειωμένον. Τοῦ αὐτοῦ. Κόσμος ἐστὶν ἐκ χρυσίου καὶ ἀργυρίου, ὁ ἐκ νοημάτων θείων καὶ λόγων ἱερῶν συνιστάμενος τῷ ἡγεμονικῷ. Τοῦ αὐτοῦ. Τρίχαπτά ἐστιν, οἷον ὡσεὶ ἔλεγε, σφόδρα ἰσχνὰ νοήματα, βαθέα, ἢ ποικίλα δὲ διὰ τὰ διάφορα εἴδη τῆς ἀρετῆς. Καὶ τὸ θυμίαμα. Θυμίαμα καὶ ἔλαιόν ἐστιν ἡ μετὰ γνώσεως ἀναπεμπομένη προσευχὴ τῷ Θεῷ ἐκ τοῦ νοῦ, ᾗ συνήδεται Θεός. Καὶ διήγαγες τὰ σκέλη σου παντὶ ἐν παρόδῳ. Τὴν κίνησιν τοῦ νοῦ ᾐνίξατο διὰ τοῦ σκέλους, ἐν ᾧ ἐκινήθη εἰς πᾶσαν πάροδον. Πάροδος δὲ λέγεται, τὸ μὴ ὁδεῦον κατὰ τὴν ἀλήθειαν· ἡ γὰρ ἀλήθεια εἶπεν, ὅτι, Ἐγώ εἰμι ἡ ὁδός. Πᾶν οὖν τὸ ἐξεναντίας νοούμενον πάροδος λέγεται. Καὶ ἐξεπόρνευσας τρισσῶς. Ἀντὶ τοῦ, πολλαχοῦ·