Ancient Greek · ~9 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.813
Not analysed yet
οἱ γὰρ τρεῖς χρόνοι εἰς πάντα αἰῶνα παραλαμβάνονται. Σόδομα ἡ ἀδελφή σου. Σόδομα σύμβολον τῆς πρακτικῆς κακίας, ἤτοι τῆς διὰ σαρκὸς ἁμαρτίας. Αὕτη καὶ αἱ θυγατέρες αὐτῆς. Θυγατέρες Σοδόμων εἰσὶ ψυχαὶ μὴ μαθοῦσαι, ὅτι, Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. Θυγατέρας δὲ αὐτῆς τὰς λοιπὰς λέγει πόλεις. Τηρῶν ἐν τῇ Γραφῇ τὴν διαφορὰν τῶν ἁμαρτημάτων, μικρῶν τε καὶ μεγάλων, τὸ ἀκρότατον τῆς κακίας ὑπερηφανία ἐστὶ, τὸ πάθος τοῦ ἀρχεκάκου· εἰς ἣν καὶ οἱ Σοδομῖται φαίνονται· καὶ τοῦτο ζήτει. ΚΕΦ. ΙΖʹ. Εἰπὸν δὴ πρὸς τὸν οἶκον Ἰσραὴλ τὸν παραπικραίνοντα. Παραπικρασμός ἐστιν ἁμαρτία· πικρὰ γὰρ λέγεται τὰ ἐπίπονα. Ἐπὶ Ἱερουσαλήμ. Ἱερουσαλήμ ἐστι σύμβολον τῆς γνώσεως, καὶ τῆς ἁγίας Ἐκκλησίας καὶ τῆς ἀρετῆς. Τὰ τρία ἐν ἑνὶ πρόσωπά ἐστιν. Ὁ ἐν ταύτῃ ὢν, καὶ τῇ ἁμαρτίᾳ ἐπιδοὺς ἑαυτὸν, τόπον ἐπεδέδωκε διαβόλῳ, τῷ νοητῷ Ναβουχοδονόσορ, ἐπιβῆναι κατ' αὐτοῦ, καὶ καθελεῖν τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ (τὴν τῆς ἐγκρατείας ἀγωγὴν), διὰ τοῦ ἀρχιμαγείρου, τοῦ ἀκρατοῦς βίου· καὶ παντελῆ αἰχμαλωσίαν ἀπὸ Ἱερουσαλὴμ, τῆς ἀρετῆς, ἄξει εἰς Βαβυλῶνα, καὶ φυτεύσει εἰς Χαναάν. Καὶ εἰσάξω αὐτὸν ἐν ἀρᾷ. Ὁ διάβολος εἰσάγων εἰς τὴν διαθήκην αὐτοῦ, οὓς εἰσάγει, ἐν ἀρᾷ εἰσάγει· ἀρὰν γὰρ τὰς συνθήκας καὶ τὸν ὅρκον φησί. Ὃς ἠτίμωσε τὴν ἀράν μου. Ἀτιμάζει τις τὴν ἀρὰν τοῦ Θεοῦ ὁ μὴ ὑπομένων ἐν τῇ παιδείᾳ ᾗ παραδίδωσιν ὁ Θεὸς, ἀλλὰ προσελθὼν τῇ ἐκ τῆς ἁμαρτίας ἀναπαύσει. Διὸ ὁ τοιοῦτος οὐκ ἐκφεύξεται. Καὶ λήψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων. Καὶ μετὰ ταῦτα λήψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου. Μετὰ τὸ παιδευθῆναι τοὺς αὐτῇ παραδοθέντας, ἔσται τὰ προκείμενα. Κατὰ μὲν τὸ ῥητὸν τοῦ λαοῦ ἐκείνου τὴν ἐπιστροφὴν προφητεύει· τὰ δὲ ἐπίλεκτα τῆς κέδρου εἰσὶν οἱ ἀπόστολοι καὶ οἱ παραπλήσιοι, οἱ τὸ κατ' ἐκλογὴν σπέρμα· κατὰ δὲ τὴν ἀναγωγὴν, τὴν ἀνακαινισθεῖσαν διὰ τῆς παιδείας ἕξιν ἀγαθὴν φύσιν λέγει. Καταφυτεύσω ἐπ' ὄρος ὑψηλόν. Ὄρος ὑψηλόν ἐστιν ἡ γνῶσις τῆς ἀληθείας, ὁ Χριστός. Καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ· ὄρος μετέωρόν ἐστιν ὁ οὐράνιος τόπος, καὶ ἡ κατάλληλος ἕξις. Καὶ ἔσται εἰς κέδρον μεγάλην. Τὴν Ἐκκλησίαν λέγει, καὶ τὸν κατ' αὐτὴν λόγον, ὑφ' ὃν ἀναπαύσονταί ποτε τὰ ἀκάθαρτα ὄρνεα καὶ τὰ πετεινὰ τὰ ἀκάθαρτα. Τοῦ αὐτοῦ. Ὁ πτερωθεὶς ὑπὸ τῶν λόγων τοῦ Θεοῦ ἀναπαύσεται ὑπὸ τὴν μεγάλην κέδρον, τὴν φυτευθεῖσαν ὑπὸ τοῦ Θεοῦ ἐν τῷ ὄρει τῷ ὑψηλῷ.