Ancient Greek · ~9 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.816
Not analysed yet
Καὶ τὰ κλήματα αὐτοῦ ἀποκαταστήσεται. Ἀποκαταστήσονται ἐπὶ τῷ Χριστῷ. Τούτῳ καταπαύσει ἡ προφητεία. Καὶ γνώσονται πάντα τὰ ξύλα πεδίου, ὅτι ἐγὼ Κύριος. Ξύλον ἐστὶ φύσις λογική· πεδίον ἐστὶν ἤτοι τὸ πλάτος τῶν λόγων, ἢ οἱ κατώτεροι τόποι. Ὁ ταπεινῶν ξύλον ὑψηλόν. Ξύλον ὑψηλόν ἐστιν ὁ λαὸς ὑψωθεὶς κατ' ἀρετήν ποτε· ὑψωθεὶς δὲ καὶ κατὰ κακίαν, δι' ἢν καὶ ἐταπεινώθη. Καὶ ὁ ὑψῶν ξύλον ταπεινόν. Ξύλον ταπεινὸν καὶ χαμαίζηλόν ἐστιν ὁ λαὸς ἐθνῶν· ταπεινὸν ἐν ἁμαρτίαις· ταπεινὸν, ὅτι κάτωθεν ἦρξεν, οἱονεὶ ἀπὸ παιδείας ἐπὶ τὸ ἄκρον ὑψωθήσεται κατὰ τὸ γεγραμμένον· Ἔσονται οἱ ἔσχατοι πρῶτοι. Καὶ ξηραίνων ξύλον χλωρόν. Ξύλον χλωρόν ἐστι τὸ ζῶν ἐν ζωῇ δικαιοσύνης· ξύλον δὲ ξηρόν ἐστι τὸ ζῶν ἐν ζωῇ ἁμαρτίας· διὸ καὶ ξηραίνεται. Τοῦ αὐτοῦ. Ξύλον γάρ ἐστι νοητὸν, φύσις λογικὴ, ἀπὸ μέσου ἀρξαμένη, μήπω ζῶσα ἐν δικαιοσύνῃ. ΚΕΦ. ΙΗʹ. Οἱ πατέρες ἔφαγον ὄμφακα. Διδάσκει ἐν τούτοις, ὅτι τὸ λεγόμενον ἐν τοῖς νόμοις τοῦ Ἰσραὴλ, ἀποδίδοσθαι ἁμαρτίαν πατέρων ἐπὶ τέκνα, παραβολή ἐστι χρῄζουσα συνοράσεως. Τοῦ αὐτοῦ. Ὄμφαξ ἐστὶν ἡ ἁμαρτία ἡ παράνομος. Ὄμφαξ λέγεται, ὅτι ἐκ τῶν φυσικῶν ἡμῶν τὰς ἀφορμὰς ἔχουσα συνίσταται. Ὥσπερ φυσικῶς ὁ ὄμφαξ ἐκ τῆς ἀμπέλου ἐστὶν, οὕτω καὶ ἡμεῖς, ἐὰν ὡς ἕλκουσιν αἱ φυσικαὶ κινήσεις ἀκολουθήσωμεν ἐν τῇ πρώτῃ ἡλικίᾳ, ὄμφακά ἐσμεν τρώγοντες. Τοῦ αὐτοῦ. Ὄμφαξ ἐστὶν ἡ ἁμαρτία· αἱμωδιασμὸς ἡ ἐν τῇ ἁμαρτίᾳ ἐστὶ δι' αὐτῆς νεκρότης· ὀδόντες, ἡ δύναμις τῆς ψυχῆς. Ἐὰν γένηται ἔτι λεγομένη ἡ παραβολή. Αἱ παραβολαὶ οὐ κατὰ τὰ πράγματα ἀκούονται, ἀλλὰ κατὰ ἀναγωγήν. Ὁ εἰπὼν νόμος, ἀποδίδοσθαι ἁμαρτίας πατέρων ἐπὶ τέκνα, εἶπεν, ὅτι οὐκ ἀποθανοῦνται υἱοὶ ὑπὲρ πατέρων. Οὐκ ἔστι γὰρ ἄλλον ὑπὲρ ἄλλου, πατέρα ὑπὲρ υἱοῦ, ἢ ἀνάπαλιν, ἀπολαβεῖν ἁμαρτίας. Ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. Θνῆσιν τῆς ἁμαρτίας, κατὰ στέρησιν τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ζωή. Ἄνθρωπος ὃς ἔσται δίκαιος. Ἄνθρωπός ἐστι δίκαιος ποιῶν κρίμα, ὁ μηδὲν ἀκρίτως ποιῶν, ἀλλὰ κεκριμένως ἐν δικαιοσύνῃ. Ἐπὶ τῶν ὀρέων οὐ φάγεται. Τὴν βρῶσιν ἐκείνην τὴν τῶν ὑψωμάτων, τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ὄρη δέ ἐστι νοητὰ, τασσόμενα ἐκ τῶν ἐναντίων, οἱ ταῦτα γεννήσαντες. Πρὸς τὰ εἴδωλα οἴκου Ἰσραήλ. Κατὰ τὴν διάνοιαν τῶν παθῶν τὰ εἴδωλα λέγει. Πρὸς τὴν γυναῖκα ἐν ἀφέδρῳ οὖσαν. Τὰς τῆς καθάρσεως ἡμέρας· ἐκ τούτου κατὰ μέρος ἐθίζων εἰς σωφροσύνην ἀκροτάτην.